Το τυπικόν της Κυριακής

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

25-4-2010

† ΚΥΡΙΑΚΗ Δ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». † Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ (α΄ αἰ.). ῏Ηχος γ΄, ἑωθινὸν ε΄.

Εἰς τὸν ἑσπερινόν.

«Εὐλογητὸς ὁ Θεός»,

«Χριστὸς ἀνέστη» τρίς (ἅπαξ ἐκ τοῦ βήματος καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν)• ὁ προοιμιακὸς ἄνευ τοῦ Δεῦτε προσκυνήσωμεν (ὡς καὶ ἐφεξῆς μέχρι τῆς ἀποδόσεως τοῦ Πάσχα),

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ'

Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Στιχηρὰ Ἰδιόμελα τοῦ Παραλύτου
Ἦχος α'

Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ, πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε, τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ κολυμβήθρᾳ, διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἐλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες· διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῆς κολυμβήθρας· οὐ γὰρ ἐστί μοι τίς ὁ ἐμβάλλων με, ταραττομένων τῶν ὑδάτων· ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κᾀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων

Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες· Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τόν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα.

Δόξα... Ἦχος πλ. α'
Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην. Ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασιν.

Καὶ νῦν ... Θεοτοκίον Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῴαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος.
Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα
Τὸ Ἀναστάσιμον Ἦχος γ'

Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. δ'
Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμοῖς καὶ ὑμνῳδίαις, Μᾶρκον πάντες εὐφημήσωμεν. Οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν...
Ἐν τῇ Στοᾷ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον, δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ὁ δὲ λέγει πρὸς αὐτόν· Ἆρόν σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν

Καὶ νῦν ... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΞΑΨΑΛΜΟΣ...
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὴν ὡραιότητα τῆς παρθενίας σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.

Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν τοῦ Πάσχα Ἦχος α'

ᾨδὴ α' Ὁ Εἱρμὸς
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τῆς Θεοτόκου
Ἦχος α'
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.

ᾨδὴ α' Εἱρμὸς ὁ αὐτὸς
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.

Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α'Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος δεξιὰ

Μᾶρκον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται.

Σοῦ τὸν θεηγόρον φωτισμῷ, καταλαμπρύνας Σωτὴρ τῷ τῆς χάριτος, κόσμῳ ἐξαπέστειλας, Λόγε Θεοῦ τῶν ἀγαθῶν ὡς αἴτιος, σοῦ τὴν παρουσίαν, ἡμῖν εὐαγγελιζόμενον.

Πέτρῳ τῷ σοφῷ μαθητευθείς, καὶ τὴν ἐκείνου πλουτήσας υἱότητα, Μᾶρκε παναοίδιμε, μυσταγωγὸς ἐδείχθης μυστηρίων Χριστοῦ, καὶ συγκληρονόμος, αὐτοῦ τῆς δόξης γεγένησαι.

Θεοτοκίον
Ὁ τοὺς Αἰγυπτίους ἐν βυθῷ, καταποντίσας, νεφέλῃ καθήμενος, οὗτος ἐπεδήμησε, παρθενικῇ, τοῖς Αἰγυπτίοις ὕστερον, καὶ διὰ τοῦ Μάρκου, αὐτοὺς τῆς πλάνης ἐρρύσατο.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.

ᾨδὴ γ'
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν
Σὲ τὴν ἐνυπόστατον Χριστέ, σοφίαν ἀνεκήρυξε, μαρμαρυγαῖς ταῖς σαῖς αὐγαζόμενος, παντὶ τῷ κόσμῳ φανεῖσαν Δέσποτα, καὶ ζωὴν παρέχουσαν, καὶ βροτοὺς φωτίζουσαν, ὁ θεράπων σου Μᾶρκος φιλάνθρωπε.

Τὸ ῥεῖθρον δεξάμενος Χριστέ, σοφίας τὸ ἀείρυτον, ὡς ποταμὸς ῥοιζῶν γῆς ἐπέκλυσε, θεογνωσίας φωτὶ τὰ πέρατα, σοῦ δεικνὺς ὑπάρχουσαν, ἀληθῆ τὴν πρόρρησιν, ὁ αὐτόπτης σου Μᾶρκος φιλάνθρωπε.

Τῷ Πέτρῳ ἑπόμενος σοφέ, σοφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς αὐτοῦ διετύπωσας, θεολογίας τὸ φῶς δρεψάμενος, παρ' αὐτοῦ Ἀπόστολε, καὶ Θεοῦ τὴν ἔνσαρκον, παρουσίαν μηνύσας τρανότατα.

Θεοτοκίον
Αἰγύπτου τὸ πρὶν παρθενικαῖς, ἀγκάλαις ἐποχούμενος, δαιμονικοὺς βωμοὺς σὺ κατέσεισας, καὶ ταύτῃ πάλιν τὸν Μᾶρκον ἔπεμψας, συνετίζειν ἅπαντας, τὴν σὴν ἐνανθρώπησιν, καὶ τὸ θεῖον Χριστέ μου μυστήριον.

Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν

Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Ὁ Οἶκος
Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους, ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Κάθισμα τοῦ Ἁγίου Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ

Εἰς ὕψος ἀνελθών, ἀρετῶν θεῖε Μᾶρκε, ἑβρόντησας ἡμῖν, σωτηρίων δογμάτων, μεγάλα μυστήρια, θεῖος κήρυξ γενόμενος· ὅθεν πίστει σε, ἐκδυσωποῦμεν Παμμάκαρ, πάσης θλίψεως, ἁμαρτιῶν καὶ κινδύνων, ἡμᾶς ἐλευθέρωσον

Δόξα... Κάθισμα Ἦχος γ'
Τὴν ὡραιότητα τῆς παρθενίας σου
Ῥῆμα Παράλυτον, μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος, λόγος ἐφθέγξατο, τοῦ δι' ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι' εὐσπλαγχνίαν· ὅθεν καὶ τὸν κράββατον, ἐπιφέρων διήρχετο, κἂν οἱ Γραμματεῖς ὁρᾶν, τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατεχόμενοι φθόνῳ, τῷ ψυχὰς παραλύοντι.

Καὶ νῦν ... Θεοτοκίον
Αὐτόμελον

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι, Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην, βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.

ᾨδὴ δ'
Ὄρος σε τῇ χάριτι
Εἰς πᾶσαν ὁ φθόγγος σου, τὴν γῆν ἐξελήλυθε, καὶ εἰς τὰ πέρατα Σοφέ, τῆς οἰκουμένης σου τρανῶς, ῥημάτων ἡ δύναμις, δαυϊτικῶς διαπρυσίως κηρύττουσα, τὴν σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ἔφανε Σωτήρ, ὡς ἀστραπὴ ὁ Ἀπόστολος, τῇ οἰκουμένῃ ὁ σοφός, τῆς ἀληθείας τὴν χαράν, εὐαγγελιζόμενος, θεολαμπεῖ φωτοχυσίᾳ πυρσούμενος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Οἱ πόδες οἱ σοὶ προφητικῶς ὡραιώθησαν· τὴν ὑπὲρ λόγον γὰρ ἡμῖν, εὐηγγελίσω προφανῶς, εἰρήνην θεόληπτε, διὰ σαρκὸς ἐμφανισθεῖσαν τοῖς πέρασιν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Θεοτοκίον
Νεφέλῃ ὁ Λόγος, παρθενικῇ ἐποχούμενος, τῶν Αἰγυπτίων τὰς βουλάς, καὶ θεομάχους λογισμούς, μωράνας διέλυσε, ταῖς διδαχαῖς τοῦ θείου Μάρκου ὡς εὔσπλαγχνος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

ᾨδὴ ε'
Ὁ φωτίσας τῇ ἐλλάμψει
Ἐστάλαξας γλυκασμόν, εὐσεβείας τῷ λόγῳ σου, θεῖον ὄρος πανταχόθεν ἀκτῖσι λαμπόμενον, ἐκφανθεὶς τῇ χάριτι, σαφῶς τοῦ νοητοῦ Ἡλίου, Μᾶρκε παμμάκαρ θεόληπτε.

Ἐκ τοῦ οἴκου τοῦ Κυρίου πηγὴ ἐξελήλυθας, καὶ ποτίζεις τὰς χερσώδεις καρδίας τοῖς ῥεύμασι, δαψιλῶς τοῦ Πνεύματος, καρπὸν ἀντὶ τῆς ἀκαρπίας, φέρειν διδάσκων, Ἀπόστολε.

Σὺ τοῦ Πέτρου τοῦ μεγάλου, υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς, φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας, τῶν σοὶ θερμῶς προσομιλούντων, Μᾶρκε Κυρίου Ἀπόστολε.

Θεοτοκίον
Ὡς ἄνθρωπος ἐκ Παρθένου, τεχθεὶς Αἰγυπτίοις Χριστέ, ἐπεφάνης ἐκ Πατρός, ὁ ἐκλάμψας πρὸ κτίσεως, οἷς τὸν Μᾶρκον ἔχρισας, σοφῶς αὐτοὺς μυσταγωγοῦντα, θεογνωσίας μυστήρια.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

ᾨδὴ ς'
Ἐκύκλωσεν ἡμᾶς
Κατέβαλες ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας, Ἀπόστολον τὸν σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει σου· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Τὸν στέφανον τὸν τῆς ἐλπίδος ἔνδοξε, δι' οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν Δημιουργὸν Μᾶρκε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλασθέντα, φύσει τοῦ σώματος.

Ὁ Πέτρος σε, ὁ κορυφαῖος Ἔνδοξε σαφῶς ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτην σὲ τῆς χάριτος· σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας.

Θεοτοκίον
Τὴν Αἴγυπτον, τὴν πρὶν ἐν σκότει Κύριε, Παρθένου Θεομήτορος, κατελάμπρυνας ὡς βρέφος προελθών, ταύτης θριαμβεύσας τὰ σεβάσματα, ταῖς διδαχαῖς τοῦ θεηγόρου, Μάρκου φιλάνθρωπε.

Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Ὁ Οἶκος
Ὁ χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι· ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν· Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.

Συναξάριον Μηναίου
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.
Στίχοι
• Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,
• Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.
• Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
• Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου,
• Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.
Στίχοι
• Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
• Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.
Στίχοι
• Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας,
• Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε.

Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.
Στίχοι
Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.

Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.

ᾨδὴ ζ'
Σὲ νοητήν, Θεοτόκε
Ταῖς θεϊκαῖς, ἀστραπαῖς πυρούμενος, ἀντανακλάσεις μυστικῶς, ἀντιπέμπεις αὐγοειδεῖς, Μᾶρκε Παμμακάριστε· Λόγον γὰρ ἐκήρυξας, σεσαρκωμένον τὸν ἄσαρκον, τόν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Θεουργικαῖς, Παντουργὲ δυνάμεσι, τὸν θεηγόρον Μαθητήν, καθοπλίσας θαυματουργόν, τοῦτον ἀπετέλεσας· νόσους γὰρ ἀπήλασε, καὶ μαλακίας ἰάσατο, τὸν αἰνετόν σε κηρύττων, Θεὸν καὶ ὑπερένδοξον.

Τῶν Μαθητων, τοῦ χοροῦ τὸν ἔξαρχον, καθηγεμόνα ἐσχηκώς, θεῖον Πέτρον ἐκμιμητής, τούτου ἀναδέδειξαι· ἄπαν γὰρ ἐρρύθμισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν κηρύττων Ἔνδοξε.

Θεοτοκίον
Στήλην αὐτός, ἐν Αἰγύπτῳ ἔστησας, Εὐαγγελίου σου γραφήν, τῷ τεχθέντι ἄνευ σπορᾶς, ἐκ τῆς Θεομήτορος, ῥήσεσιν ἑπόμενος, τοῦ Ἡσαΐου Πανεύφημε, τὸν αἰνετόν καταγγέλλων, Θεὸν τὸν ὑπερένδοξον.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ η'
Ἐν καμίνῳ Παῖδες
Τὸν τεχθέντα Λόγον ἐκ Πατρός, πρὸ πάντων τῶν αἰώνων, τὴν φύσιν τὴν τῶν ἀνθρώπων, ἐνδυσάμενον Χριστόν, ἐκήρυξας Ἔνδοξε, καὶ ἐβόας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν διδόντα λύτρον ἑαυτόν, ἡμῶν τῆς ἁμαρτίας, καὶ πάθει τοὺς πεπτωκότας, ἀναστήσαντα Χριστόν, ἐδόξασας ἔνδοξε, καὶ ἐβόας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῇ τοῦ Πέτρου Μᾶρκε πειθαρχῶν, σοφὲ διδασκαλία, πανσόφως διὰ γραμμάτων, ἀνετύπωσας πιστοῖς, σεπτὸν Εὐαγγέλιον, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον
Ἡ Παρθένος τὸν Ἐμμανουήλ, βαστάζουσα ὡς βρέφος, ἐπέστη τοῖς Αἰγυπτίοις, οἷς ὡς ἔκλαμπρος ἀστήρ, ὁ Μᾶρκος ἀπέσταλται, ἀνακράζων· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

ᾨδὴ θ'
Τύπον τῆς ἁγνῆς λοχείας σου
Φθάσας τὴν πηγὴν τὴν ἄφθαστον, τῆς τρισηλίου θεοφάντορ ἐλλάμψεως, καθαρώτερον, κατατρυφᾷς καὶ τρανότερον, τῆς θεώσεως της ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συγχορεύων, ἀκαταπαύστως ἱερώτατε.

Πέτρου κοινωνὸς γενόμενος, διδασκαλίας καὶ τοῦ θείου κηρύγματος, τὰ οὐράνια, περιπολεύεις σκηνώματα, σὺν αὐτῷ θεορρῆμον μακάριε, μεθ' οὗ καὶ συμπρεσβεύεις, ὑπὲρ ἡμῶν Μᾶρκε Ἀπόστολε.

Φάος τὸ τρισσῶς ἑνούμενον, μοναδικῶς τε πάλιν ξένως τρισσούμενον, ἀνεκήρυξας, πανευσεβῶς Μᾶρκε πάνσοφε, φωτιζόμενος αἴγλῃ τῆς χάριτος· διὸ σε δυσωποῦμεν· Ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε

Θεοτοκίον
Μᾶρκος ὁ σεπτός, Ἀπόστολος, τοῖς Αἰγυπτίοις Ἱεράρχης δεδώρηται, οἷς ὡς νήπιος, σωματωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου ἁγνῆς Θεομήτορος, ὁ Κύριος τῆς δόξης, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Καταβασίες
Ἦχος α'

Ὠδὴ α'
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ'
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ὠδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὠδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὠδή ζ'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.

Χριστὸς τὸ καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη καὶ ᾅδης ἐσκυλεύθη.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Δόξα. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Καὶ νῦν. Χαῖρε, παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη, σὸς γὰρ υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

«῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Ἐξαποστειλάριον
Φῶς ἀναλλοίωτον Λόγε

Σὺ τὴν υἱότητα Πέτρου, τοῦ Ἀποστόλου πλουτήσας, τοῖς Αἰγυπτίοις ἐντεῦθεν, διατυποῖς πρῶτος πάντων, τὸ Εὐαγγέλιον Μᾶρκε, δι' οὗ τὸν κόσμον φωτίζεις.

Ἕτερον τοῦ Παραλύτου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε

Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν· Ἆρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὁδοὺς τὰς εὐθείας.

Αἶνοι Ἦχος γ'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος α'
Πανεύφημοι Μάρτυρες

Αἰγύπτου φωστὴρ ὁ φαεινός, Μᾶρκος ὁ πανάριστος, κήρυξ τοῦ Λόγου ὁ πάνσοφος, Εὐαγγελίου τε, συγγραφεὺς ὁ θεῖος, εὐφημείσθω ᾄσμασι, καὶ θείοις παρ' ἡμῶν μελῳδήμασι· Χριστῷ πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Δογμάτων τῶν θείων συγγραφεύς, τοῦ Χριστοῦ γενόμενος, πᾶσαν τὴν γῆν κατεφώτισας, αὐτοῦ τὴν σάρκωσιν, καὶ τὰ θεῖα πάθη, τὴν σεπτὴν ἀνάστασιν, καὶ τὴν πρός τὸν Πατέρα ἀνάβασιν, κηρύξας πάνσοφε, καὶ τὰ ἔθνη πρὸς ἐπίγνωσιν, ἀληθείας, ἑλκύσας Ἀπόστολε.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τοῦ Πέτρου τοῦ θείου ὀπαδός, εὐπειθὴς γενόμενος, Μᾶρκε Κυρίου Ἀπόστολε, ταῖς τούτου πάνσοφε, διδαχαῖς πειθήσας, τοῦ Ἁγίου Πνεύματος, τῇ χάριτι λαοὺς κατεφώτισας, τῶν Αἰγυπτίων τε, καταυγάσας τὴν διάνοιαν, καὶ τὴν πόλιν, αὐτῶν κατεκόσμησας.

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. β'
Σοῦ ἐξεχύθη χάρις ἐν χείλεσι, Μᾶρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Και νυν
Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ' ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέρριψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Εὐλογημένη», «Χριστὸς ἀνέστη» (τρίς).

ΑΝ Τ Ι Φ Ω Ν Α
Ἀντίφωνον α'
Ἦχος β'

Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Αντίφωνον γ'
Ήχος πλ α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Χριστὸς ἀνέστη...

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη...

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη...

Εισοδικόν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν

Του ναού…

Κοντάκιον Ήχος πλ. δ'

Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος πλ. δ’.

Είς πάσαν την γήν εξήλθεν ό φθόγγος αυτού.

Στίχ. Οι ουρανοί διηγούνται δόξαν Θεού.

Καθολικής επιστολής Πέτρου το Ανάγνωσμα.

Άδελφοί.6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. 7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ' αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν, 8 νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ· 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ ὀλίγον παθόντας, αὐτὸς καταρτίσει ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· 11 αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι' ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ, εἰς ἣν ἐστήκατε. 13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Ευαγγέλιον
Κυριακή του Παραλύτου (Ιωάν. 5,1-15)

Τῷ καιρῷ ἐκείνω 1. ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὑδατος κίνησιν. 4. ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρα, καὶ ἐταράσσετο τὸ ὑδωρ• ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ• 6. τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ• θέλεις ὑγιὴς γενέσθαι; 7. ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν• Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν• ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8. λέγει αὐτῷ ὁ Ἰησοῦς• ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10. ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ• σάββατόν ἐστιν• οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11. ἀπεκρίθη αὐτοῖς• ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν• ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12. ἠρώτησαν οὖν αὐτόν• τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13. ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν• ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ• ἴδε ὑγιὴς γέγονας• μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15. ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

Είς το Εξαιρέτως...

«῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.

Αντί του Είδομεν το φώς, το <<Χριστός Ανέστη>> άπαξ.

<<Είη το όνομα Κυρίου>>
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

2-5-2010

† ΚΥΡΙΑΚΗ Ε΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «῾Η τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει». ᾿Ανακομιδὴ τῶν ἱ. λειψάνων ᾿Αθανασίου τοῦ μεγάλου, πατριάρχου ᾿Αλεξανδρείας († 2 Μαΐου 373)• ῏Ηχος δ΄, ἑωθινὸν ζ΄.

Εἰς τὸν ἑσπερινόν.

«Εὐλογητὸς ὁ Θεός»,

«Χριστὸς ἀνέστη» τρίς (ἅπαξ ἐκ τοῦ βήματος καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν)• ὁ προοιμιακὸς ἄνευ τοῦ Δεῦτε προσκυνήσωμεν (ὡς καὶ ἐφεξῆς μέχρι τῆς ἀποδόσεως τοῦ Πάσχα),

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.
ηχος δ΄
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἠχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Καὶ τῆς Σαμαρείτιδος Ἰδιόμελα
Ἦχος α'
Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ· ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἦχος β'
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα, Κύριε δόξα σοι.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἦχος ὁ αὐτὸς
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα, καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα, λέγουσα· Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
Προσόμοια τοῦ Ἁγίου
Ὡς γενναῖον ἐν Μάρτυσι
Ἦχος δ'
Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.

Δόξα... Ἦχος πλ. β'
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Καὶ νῦν... Ἦχος δ'
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος.
Σοφία Ὀρθοί
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα
Τὸ Ἀναστάσιμον Ἦχος δ'
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος γ'
Γερμανοῦ
Πάλιν ἡμῖν ὁ χρυσορρόας Νεῖλος, καὶ τῆς ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι, πλημμυρεῖ τὰ χρυσόρρειθρα τῆς ἀθανασίας χεύματα, καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν, καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς διανοίας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν...
Ἦχος πλ. δ'
Ὡς ὤφθης ἐπὶ γῆς, Χριστὲ ὁ Θεός, δι' ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρεῖτις τοῦ λόγου σου τοῦ Φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει· Δεῦτε, ἴδετε καρδιογνώστην· μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἀπολυτίκιον Ἦχος γ'
Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτὴρ ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον· Δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἀπολυτίκιον Ἦχος γ'
Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτὴρ ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον· Δόξα σοι.

Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ζ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν τοῦ Πάσχα Ἦχος α'

ᾨδὴ α' Ὁ Εἱρμὸς
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τῆς Θεοτόκου
Ἦχος α'
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.

ᾨδὴ α' Εἱρμὸς ὁ αὐτὸς
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.

Ὁ Κανὼν τοῦ Ἁγίου

ᾨδὴ α' Ἦχος γ'
ᾌσωμεν τῷ Κυρίῳ
Ὡς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες, Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὃν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα.

Εἰς θεωρίας βάθος, ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.

Τοὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.
Θεοτοκίον
Ὑμνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ' ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.

ᾨδὴ γ'
Ἐστερεώθη ἡ καρδία μου
Ταῖς ἀστραπαῖς τῶν λογων σου Ἱεράρχα, τὴν τυφλὴν ἠμαύρωσας τοῦ Ἀρείου διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν πιστῶν.

Ἐξυφανθέντα πόνοις σου καὶ ἱδρῶσιν, ἐνεδύσω Ὅσιε τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας Χριστῷ.

Ὡς ταξιάρχης παραστάσεως θεολέκτου, συνασπισμὸν διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ὁπλισάμενος.
Θεοτοκίον
Ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς φθορᾶς ἀπαλλάξαντα, Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς.

Κοντάκιον Ἦχος β'
Τοῖς τῶν αἱμάτων σου
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.
Ὁ Οἶκος
Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.

Κάθισμα τοῦ Ἁγίου.

Ἦχος γ'
Τὴν ὡραιότητα
Τὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν Θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.

Δόξα... Καὶ νῦν...
Κάθισμα τῆς Σαμαρείτιδος
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἀγαλλιάσθω οὐρανός, χορευέτω τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεὶς ὡς ἄνθρωπος ἐρρύσατο φθορᾶς, ἄπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ· θαύμασιν ἐκλάμψας δέ, γυναικὶ Σαμαρείτιδι ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
ᾨδὴ δ'
Εἰσακήκοα τὴν ἀκοήν σου
Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν τῇ καρδίᾳ σου, τῆς ζωῆς κεκτημένος.

Ἀνεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς Ἐκκλησίας αὐτοῦ.

Διωκόμενος ὑπὸ ἀθέων, Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης σου, ἀρειόφρονα πλάνην.
Θεοτοκίον
Μήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε, ἀπὸ πάσης ἀνάγκης.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

ᾨδὴ ε'
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν
Δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες τὴν γῆν, Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη διὰ πίστεως.

Πύργος φανεὶς Μακάριε ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάσας τοῦ Ἀρείου, μηχανουργίας διεσάθρωσας.

Ταῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς σου ἡμῖν ἀντικατάπεμψον, καὶ τῆς βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.
Θεοτοκίον
Τὴν ἐκ Δαυῒδ βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν Παρθένον μετὰ τόκον ἁγνὴν.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

ᾨδὴ ς'
Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις
Παράδεισον ἀληθῶς ἀπειργάσω, μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν αὐτῇ τὸν λόγον τὸν εὐσεβῆ, καὶ τῶν αἱρέσεων, ἐκτεμὼν τὰς ἀκάνθας.

Τῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας, καὶ τὰ πέρατα τρέφων.
Θεοτοκίον
Τὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ Πατρί, καὶ τῷ Πνεύματι Λόγον

Κοντάκιον τῆς Σαμαρείτιδος
Ἦχος πλ. δ'
Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.
Ὁ Οἶκος
Τῶν σεπτῶν μυστηρίων ἀκούσωμεν, Ἰωάννου ἡμᾶς ἐκδιδάσκοντος, τὰ ἐν τῇ Σαμαρείᾳ γινόμενα, πῶς γυναικὶ ὡμίλει ὁ Κύριος, ὕδωρ αἰτήσας, ὁ τὰ ὕδατα εἰς τὰς συναγωγάς αὐτῶν συνάξας, ὁ Πατρὶ καὶ τῷ Πνεύματι σύνθρονος· ἦλθε γὰρ ἐκζητῶν τὴν εἰκόνα αὐτοῦ, αἰωνίως, ὡς ἀοίδιμος.

Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.
Στίχοι
• Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
• Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
• Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.

τὸ ὑπόμνημα τοῦ Πεντηκοσταρίου

Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ πέμπτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν.
Στίχοι
Ὕδωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι,
Τὸ ζῶν ἀπαντλεῖς, ᾧ ῥύπους ψυχῆς πλύνεις.

Ταῖς τῆς σῆς Μάρτυρος Φωτεινῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.

Ὠδη ζ'
Τρεῖς παῖδες ἐν καμίνῳ
Ὡς σίμβλον τὴν καρδίαν, τῶν καλῶν ἐργασάμενος, ἀναβλύζεις γλυκασμὸν ὀρθοδοξίας ἡμῖν, ὃν τρυγῶντες βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀθέων δυναστείαν, οὐ κατέπτηξας Ὅσιε, εὐσεβοῦς δὲ παρρησίας ἐμπιπλάμενος, πνεύματι ἀνεβόας· Εὐλογητὸς εἶ ὁ Θεος, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Πνεύματος ὑπάρχων, ἀδιαίρετος Ὅσιε, διετήρησας ἀμέριστον τὸ κήρυγμα, τῆς Τριάδος κραυγάζων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐτέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας Κύριε, καὶ ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· διὰ τοῦτο βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὠδη η'
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς
Καὶ τοῖς πράγμασι σαφῶς, ἀνεδείχθης Ἀθανάσιος, τῇ οἰκουμένη τῆς ἀθανασίας δόγματα φθεγξάμενος· διὸ Χριστὸν σὺν Ἀγγέλοις καὶ ἡμεῖς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Τριάδα εὐσεβῶς, δογματίσας ὁμοούσιον, σὺν τῷ Ἀρείῳ καὶ τὴν Σαβελλίου ἤλεγξας κακόνοιαν· διὸ φυγόντες τὴν αὐτῶν ἐναντίαν συμπλοκήν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν ἐνοικήσαντα πιστοί, ἐν κοιλίᾳ τῆς Παρθένου Μητρός, καὶ γεννηθέντα ἐξ αὐτῆς ἀφράστως, καὶ πάλιν μετὰ γέννησιν, Παρθένον φυλάξαντα, ὡς Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

ᾨδὴ θ'
Σέ τήν ακατάφλεκτον βάτον
Ἔσοπτρον Θεοῦ τὴν ψυχήν σου, ἀκηλίδωτον δείξας, πρακτικῶς καὶ λογικῶς, τῇ οἰκουμένῃ ἀστράπτεις, τὰς θείας ἐμφάσεις Παμμακάριστε.

Σάλπιγξ γνωστικῆς εὐφωνίας, ἀνεδείχθης θεόφρον, τὰ φρονήματα ἡμῶν ἀνδρείας λόγοις, κατὰ τῶν θεομάχων ἀνδρῶν διεγείρουσα.

Σὲ τὸν ἀληθῶς δεδειγμένον, τῆς σοφίας κρατῆρα, καὶ ποτίζοντα ἡμᾶς, τῆς εὐσεβείας τὸ νηφάλιον πόμα, ἐν ὕμνοις μεγαλύνομεν.
Θεοτοκίον
Σὲ τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀχώρητον Λόγον, καὶ τεκοῦσαν ἐν σαρκὶ ἀνερμηνεύτως, Θεοτόκε ἁγνή, οἱ πιστοὶ μεγαλύνομεν.

Καταβασίες

Ἦχος α'
Ὠδὴ α'
Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ'
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Ὠδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὠδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς'
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Ὠδή ζ'
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Χριστὸς τὸ καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη καὶ ᾅδης ἐσκυλεύθη.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Δόξα. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Καὶ νῦν. Χαῖρε, παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη, σὸς γὰρ υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

«῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β'
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Ἐξαποστειλάριον
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀρχιερέων τὸ κλέος, καὶ τῆς Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος, ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου, καὶ τῶν πιστῶν ὡς προστάτην.

τῆς Σαμαρείτιδος
Ἦχος β'

Γυναῖκες ἀκουτίσθητε
Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

Αἶνοι Ἦχος δ'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

--Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, Ἀθανάσιε Ὅσιε, σοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ' ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς καὶ μέγας κήρυξ, ὁ τῆς Τριάδος ὑπέρμαχος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. β'

Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

Και νυν Ἦχος πλ.α'
Αναστάσεως ημέρα, καί λαμπρυνθώμεν τή πανηγύρει, καί αλλήλους περιπτυξώμεθα, Είπωμεν αδελφοί, καί τοίς μισούσιν ημάς, Συγχωρήσωμεν πάντα τή Αναστάσει, καί ούτω βοήσωμεν, Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

«Χριστὸς ἀνέστη» ἅπαξ.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Εὐλογημένη», «Χριστὸς ἀνέστη» (τρίς).

ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Αντίφωνον γ'
Ήχος πλ α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Χριστὸς ἀνέστη...

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη...

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη...

Εισοδικόν

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος γ'
Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντός σου Σωτὴρ ἔλεγον οἱ Ἰουδαῖοι· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον· Δόξα σοι.

Του ναού…

Κοντάκιον Ήχος πλ. δ'
Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος δ’. Ύμνος Τριών Παίδων
(Δανιήλ γ’)

Ευλογητός εί Κύριε, ο Θεός των πατέρων ημών.

Στίχ. Ότι δίκαιος εί επί πάσιν οίς εποίησας ημίν.

Πρός Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.

Άδελφοί. 7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ' ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

Ευαγγέλιον

Κυριακή της Σαμαρείτιδος (Ιωάν. 4,5-42)
Τῷ καιρῷ ἐκείνω ἔρχεται Ἰησοῦς 5. εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ• 6. ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ• ὥρα ἦν ὡσεὶ ἕκτη. 7. ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς• δός μοι πιεῖν. 8. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις• πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ• εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11. λέγει αὐτῷ ἡ γυνή• Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ• πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ• πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν• 14. ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15. λέγει πρὸς αὐτὸν ἡ γυνή• Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. 16. λέγει αὐτῇ ὁ Ἰησοῦς• ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17. ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν• οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς• καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω• 18. πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ• τοῦτο ἀληθὲς εἴρηκας. 19. λέγει αὐτῷ ἡ γυνή• Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20. οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν• καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. 21. λέγει αὐτῇ ὁ Ἰησοῦς• γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22. ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν• ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23. ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ• καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24. πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25. λέγει αὐτῷ ἡ γυνή• οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός• ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. 26. λέγει αὐτῇ ὁ Ἰησοῦς• ἐγώ εἰμι ὁ λαλῶν σοι. 27. καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει• οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς; 28. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις• 29. δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα• μήτι οὗτός ἐστιν ὁ Χριστός; 30. ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες• ῥαββί, φάγε. 32. ὁ δὲ εἶπεν αὐτοῖς• ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 33. ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους• μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34. λέγει αὐτοῖς ὁ Ἰησοῦς• ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35. οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. 36. καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37. ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38. ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε• ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 40. ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς• καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42. τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν• αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

Είς το Εξαιρέτως...

«῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.

Αντί του Είδομεν το φώς, το <<Χριστός Ανέστη>> άπαξ.

<<Είη το όνομα Κυρίου>>
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

9-5-2010

† ΚΥΡΙΑΚΗ Ϛ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «῾Η θεραπεία τοῦ ἐκ γενετῆς τυφλοῦ». ᾿Ησαΐου προφήτου (η΄ αἰ. π.Χ.), Χριστοφόρου μάρτυρος († 250). Νικολάου τοῦ ἐν Βουνένοις. ῏Ηχος πλ. α΄• ἑωθινὸν η΄.

Εἰς τὸν ἑσπερινόν.

«Εὐλογητὸς ὁ Θεός»,

«Χριστὸς ἀνέστη» τρίς (ἅπαξ ἐκ τοῦ βήματος καὶ ἀνὰ μίαν ὑπὸ τῶν χορῶν)• ὁ προοιμιακὸς ἄνευ τοῦ Δεῦτε προσκυνήσωμεν (ὡς καὶ ἐφεξῆς μέχρι τῆς ἀποδόσεως τοῦ Πάσχα),

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

῏Ηχος πλ. α΄

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος πλ. α'
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου· δοξάζομέν σε Μονογενές.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Κύριε ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Στιχηρὰ Ἰδιόμελα τοῦ Τυφλοῦ
Ἦχος β'

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Στιχηρὰ Ἰδιόμελα τοῦ Τυφλοῦ
Ἦχος β'

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ἦχος ὁ αὐτὸς
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰᾶσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. α'
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν· ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον Ὁ αὐτὸς
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε, τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

Εἴσοδος.
Σοφία Ὀρθοί [/b
]Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα
Ἦχος πλ. α'

Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. α'
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. δ'
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι. Πολλή σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Καὶ νῦν...πλ. α΄
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα...
Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.

Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.

Ἀντίφωνον Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.

Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν τοῦ Πάσχα Ἦχος α'
ᾨδὴ α' Ὁ Εἱρμὸς
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τῆς Θεοτόκου
Ἦχος α'

Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.

ᾨδὴ α' Εἱρμὸς ὁ αὐτὸς
Θανατώσεως τὸν ὅρον ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.

Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργῶς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα».

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.

Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγάλυνε.

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον

Ὁ τῶν ὅλων Δεσπότης καὶ ποιητής, παρερχόμενος εὗρεν ἐν τῇ ὁδῷ, Τυφλὸν καθεζόμενον, θρηνῳδοῦντα καὶ λέγοντα· οὐ κατεῖδον ἐν βίῳ, τὸν ἥλιον λάμποντα, οὐδὲ τὴν σελήνην, τὸ φέγγος αὐγάζουσαν· ὅθεν ἐκβοῶ σοι· ὁ τεχθεὶς ἐκ Παρθένου, φωτίσαι τὰ σύμπαντα, φώτισόν με ὡς εὔσπλαγχνος, ἵνα κράζω προσπίπτων σοι· Δέσποτα Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσίν μοι δώρησαι, διὰ πλῆθος ἐλέους, μόνε φιλάνθρωπε. (Δίς)

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος».

Ἄρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι' ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.

Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα».

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ ὁμήγυρις.

Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκοῦσθαι· μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως· ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου».

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Ὁ Οἶκος
Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Συναξάριον Μηναίου
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου.
Στίχοι
• Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,
• Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.
• Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.
Στίχοι
• Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,
• Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται.

Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.
Στίχοι
Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος,
Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.

Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενουσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας».

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιών, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, βορρᾶ, καὶ καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαρρήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο· διὸ εὐλογοῦμεν αὐτόν εἰς τοὺς αἰῶνας.

Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Τῆς Θεοτόκου
Ὁ αὐτὸς
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Καταβασίες

Ὠδὴ α' Ἦχος πλ. α'

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Ὠδὴ γ'
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν.

Ὠδὴ δ'
Εἰσακήκοα Κύριε τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε'
Ὀρθρίζοντες βοῶμέν σοι· Κύριε Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Ὠδὴ ς'
Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.

Ὠδή ζ'
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.
«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Χριστὸς τὸ καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη καὶ ᾅδης ἐσκυλεύθη.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Δόξα. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Καὶ νῦν. Χαῖρε, παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη, σὸς γὰρ υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Ὠδὴ θ' Ἦχος πλ. α'
Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

Ἐξαποστειλάριον τοῦ Πάσχα
Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τοῦ Τυφλοῦ Ὅμοιον
Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας καθάρας με δάκρυσιν.

Ἕτερον Γυναῖκες ἀκουτίσθητε
Παράγων ὁ Σωτὴρ ἡμῶν, εὗρε Τυφλὸν ἀόμματον, πτύσας χαμαὶ καὶ ποιήσας, πηλὸν ἐπέχρισε τοῦτον, πρὸς Σιλωὰμ ἀπέστειλε, τοῦ ἀπελθεῖν καὶ νίψασθαι, ὁ δὲ νιψάμενος ἦλθε, βλέπων τὸ φῶς σου Χριστέ μου.

Αἶνοι Ἦχος πλ α'
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Ἦχος πλ. δ'
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὠράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

Και νυν Ἦχος πλ. α'
Αναστάσεως ημέρα, καί λαμπρυνθώμεν τή πανηγύρει, καί αλλήλους περιπτυξώμεθα, Είπωμεν αδελφοί, καί τοίς μισούσιν ημάς, Συγχωρήσωμεν πάντα τή Αναστάσει, καί ούτω βοήσωμεν, Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι, ζωήν χαρισάμενος

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Εὐλογημένη», «Χριστὸς ἀνέστη» (τρίς).

ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον α'
Ἦχος β'
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς

Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Αντίφωνον γ'
Ήχος πλ α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Χριστὸς ἀνέστη...

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη...

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη...

Εισοδικόν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Του ναού…

Κοντάκιον Ήχος πλ. δ'

Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος πλ. α’.

Σύ, Κύριε, φυλάξαις ημάς, καί διατηρήσαις ημάς.

Στίχ. Σώσον με, Κύριε ότι εκλέλοιπεν όσιος.

Πράξεων τών αποστόλων το Ανάγνωσμα.

Άδελφοί. 16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. 17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. 22 καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, 23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 οἱ δὲ εἶπον· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Ευαγγέλιον
Κυριακή του Τυφλού (Ιωάν. 9,1-38)

Τῷ καιρῷ ἐκείνω, παράγων ὁ Ἰησοῦς 1. εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες• ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3. ἀπεκρίθη Ἰησοῦς• οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν• ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 7. καὶ εἶπεν αὐτῷ• ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. 8. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον• οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9. ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν• ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 10. ἔλεγον οὖν αὐτῷ• πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11. ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν• ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι• ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι• ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 12. εἶπον οὖν αὐτῷ• ποῦ ἐστιν ἐκεῖνος; λέγει• οὐκ οἶδα. 13. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς• πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές• οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον• πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17. λέγουσι τῷ τυφλῷ πάλιν• σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. 18. οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19. καὶ ἠρώτησαν αὐτοὺς λέγοντες• οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; 20. ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον• οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη• 21. πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν• αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους• ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 24. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ• δὸς δόξαν τῷ Θεῷ• ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 25. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν• εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα• ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26. εἶπον δὲ αὐτῷ πάλιν• τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; 27. ἀπεκρίθη αὐτοῖς• εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε• τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28. ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον• σὺ εἶ μαθητὴς ἐκείνου• ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. 29. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός• τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς• ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. 31. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ• ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ• σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; 36. ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε• καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37. εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς• καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38. ὁ δὲ ἔφη• πιστεύω, Κύριε• καὶ προσεκύνησεν αὐτῷ.

Είς το Εξαιρέτως...

«῾Ο ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ παρθένε, χαῖρε καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

«Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου».

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.

Αντί του Είδομεν το φώς, το <<Χριστός Ανέστη>> άπαξ.

<<Είη το όνομα Κυρίου>>
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

30-5-2010

ΕIΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ιερεύς Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Αναγνώστης Αμήν.
Ιερεύς Δόξα σοί ο Θεός, δόξα σοί.
Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο Πανταχού Παρών και τα Πάντα Πληρών, ο Θησαυρός των Αγαθών και Ζωής Χορτηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον, Αγαθέ τας ψυχάς ημών.

Αναγνώστης Αμήν. Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ')
Δόξα... Καί νύν...
• • Παναγία Τριάς, ελέησον ημάς.
• • Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών,
• • Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.
• • Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών,
• • ένεκεν τού ονόματός σου.
Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον.
Δόξα... Καί νύν...
Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ώς εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ώς καί ημείς άφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.
Ιερεύς Ότι σού εστιν η βασιλεία...
Τροπάρια
Σώσον, Κύριε, τόν λαόν σου, καί ευλόγησον τήν κληρονομίαν σου, νίκας τοίς βασιλεύσι, κατά βαρβάρων δωρούμενος, καί τό σόν φυλάττων, διά τού Σταυρού σου πολίτευμα.
Δόξα...
Ο υψωθείς εν τώ Σταυρώ εκουσίως, τή επωνύμω σου καινή πολιτεία, τούς οικτιρμούς σου δώρησαι, Χριστέ ο Θεός, εύφρανον εν τή δυνάμει σου, τούς πιστούς βασιλείς ημών, νίκας χορηγών αυτοίς, κατά τών πολεμίων, τήν συμμαχίαν έχοιεν τήν σήν, όπλον ειρήνης, αήττητον τρόπαιον.
Καί νύν... Θεοτοκίον
Προστασία φοβερά καί ακαταίσχυντε, μή παρίδης, αγαθή, τάς ικεσίας ημών, πανύμνητε Θεοτόκε, στήριξον ορθοδόξων πολιτείαν, σώζε ούς εκέλευσας βασιλεύειν, καί χορήγει αυτοίς ουρανόθεν τήν νίκην, διότι έτεκες τόν Θεόν, μόνη ευλογημένη.

  Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός σου, δεόμεθά σου, επάκουσον και ελέησον. Χορός Κύριε, ελέησον (γ').
  Έτι δεόμεθα υπέρ τών ευσεβών καί ορθοδόξων Χριστιανών.
  Έτι δεόμεθα υπέρ τού Αρχιεπισκόπου ημών,, και πάσης της εν Χριστώ ημών αδελφότητος.
  Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αναγνώστης Αμήν. Εν ονόματι Κυρίου, ευλόγησον, Πάτερ.

Ιερεύς Δόξα τή αγία καί ομοουσίω, καί ζωοποιώ καί αδιαιρέτω Τριάδι, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.

Αναγνώστης Αμήν. Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία (εκ γ').
Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου (δίς).

Ψαλμός 3
• • Κύριε τί επληθύνθησαν οι θλίβοντές με πολλοί επανίστανται επ' εμέ
• • Πολλοί λέγουσιν τή ψυχή μου ουκ έστιν σωτηρία αυτώ εν τώ Θεώ αυτού διάψαλμα
• • Σύ δέ κύριε αντιλήμπτωρ μου εί δόξα μου καί υψών την κεφαλήν μου
• • Φωνή μου πρός κύριον εκέκραξα καί επήκουσέν μου εξ όρους αγίου αυτού διάψαλμα
• • Εγώ εκοιμήθην καί ύπνωσα εξηγέρθην ότι κύριος αντιλήμψεταί μου
• • Ου φοβηθήσομαι από μυριάδων λαού τών κύκλω συνεπιτιθεμένων μοι
• • Ανάστα κύριε σώσόν με ο Θεός μου ότι σύ επαταξας πάντας τούς εχθραίνοντάς μοι ματαίως οδόντας αμαρτωλών συνέτριψας
• • Τού Κυρίου η σωτηρία καί επί τόν λαόν σου η ευλογία σου
Καί πάλιν
• • Εγώ εκοιμήθην καί ύπνωσα εξηγέρθην ότι κύριος αντιλήμψεταί μου

Ψαλμός 37
• • Κύριε μή τώ θυμώ σου ελέγξης με μηδέ τή οργή σου παιδεύσης με
• • ότι τά βέλη σου ενεπάγησάν μοι καί επεστήρισας επ' εμέ τήν χείρά σου
• • ουκ έστιν ίασις εν τή σαρκί μου από προσώπου τής οργής σου ουκ έστιν ειρήνη
• • τοίς οστέοις μου από προσώπου τών αμαρτιών μου
• • ότι αι ανομίαι μου υπερήραν τήν κεφαλήν μου ωσεί φορτίον βαρύ εβαρύνθησαν επ' εμέ
• • προσώζεσαν καί εσάπησαν οι μώλωπές μου από προσώπου τής αφροσύνης μου
• • εταλαιπώρησα καί κατεκάμφθην έως τέλους όλην τήν ημέραν σκυθρωπάζων επορευόμην
• • ότι αι ψύαι μου επλήσθησαν εμπαιγμών καί ουκ έστιν ίασις εν τή σαρκί μου
• • εκακώθην καί εταπεινώθην έως σφόδρα ωρυόμην από στεναγμού τής καρδίας μου
• • κύριε εναντίον σου πάσα η επιθυμία μου καί ο στεναγμός μου από σού ουκ εκρύβη
• • η καρδία μου εταράχθη εγκατέλιπέν με η ισχύς μου καί τό φώς τών οφθαλμών μου καί αυτό ουκ έστιν μετ' εμού
• • οι φίλοι μου καί οι πλησίον μου εξ εναντίας μου ήγγισαν καί έστησαν καί οι έγγιστά μου από μακρόθεν έστησαν
• • καί εξεβιάσαντο οι ζητούντες τήν ψυχήν μου καί οι ζητούντες τά κακά μοι
• • ελάλησαν ματαιότητας καί δολιότητας όλην τήν ημέραν εμελέτησαν
• • εγώ δέ ωσεί κωφός ουκ ήκουον καί ωσεί άλαλος ουκ ανοίγων τό στόμα αυτού
• • καί εγενόμην ωσεί άνθρωπος ουκ ακούων καί ουκ έχων εν τώ στόματι αυτού ελεγμούς
• • ότι επί σοί κύριε ήλπισα σύ εισακούση κύριε ο Θεός μου
• • ότι είπα μήποτε επιχαρώσίν μοι οι εχθροί μου καί εν τώ σαλευθήναι πόδας μου επ' εμέ εμεγαλορρημόνησαν
• • ότι εγώ εις μάστιγας έτοιμος καί η αλγηδών μου ενώπιόν μου διά παντός
• • ότι τήν ανομίαν μου εγώ αναγγελώ καί μεριμνήσω υπέρ τής αμαρτίας μου
• • οι δέ εχθροί μου ζώσιν καί κεκραταίωνται υπέρ εμέ καί επληθύνθησαν οι μισούντές με αδίκως
• • οι ανταποδιδόντες κακά αντί αγαθών ενδιέβαλλόν με επεί κατεδίωκον δικαιοσύνην καί απέρριψάν με τόν αγαπητόν ωσεί νεκρόν εβδελυγμένον
• • μή εγκαταλίπης με κύριε ο Θεός μου μή αποστής απ' εμού
• • πρόσχες εις τήν βοήθειάν μου κύριε τής σωτηρίας μου

Ψαλμός 62
• • Ο Θεός ο Θεός μου πρός σέ ορθρίζω εδίψησέν σοι η ψυχή μου ποσαπλώς σοι η σάρξ μου εν γή ερήμω καί αβάτω καί ανύδρω
• • ούτως εν τώ αγίω ώφθην σοι τού ιδείν τήν δύναμίν σου καί τήν δόξαν σου
• • ότι κρείσσον τό έλεός σου υπέρ ζωάς τά χείλη μου επαινέσουσίν σε
• • ούτως ευλογήσω σε εν τή ζωή μου εν τώ ονόματί σου αρώ τάς χείράς μου
• • ωσεί στέατος καί πιότητος εμπλησθείη η ψυχή μου καί χείλη αγαλλιάσεως αινέσει τό στόμα μου
• • ει εμνημόνευόν σου επί τής στρωμνής μου εν τοίς όρθροις εμελέτων εις σέ
• • ότι εγενήθης βοηθός μου καί εν τή σκέπη τών πτερύγων σου αγαλλιάσομαι
• • εκολλήθη η ψυχή μου οπίσω σου εμού αντελάβετο η δεξιά σου
• • αυτοί δέ εις μάτην εζήτησαν τήν ψυχήν μου εισελεύσονται εις τά κατώτατα τής γής παραδοθήσονται εις χείρας ρομφαίας μερίδες αλωπέκων έσονται
• • ο δέ βασιλεύς ευφρανθήσεται επί τώ Θεώ επαινεσθήσεται πάς ο ομνύων εν αυτώ ότι ενεφράγη στόμα λαλούντων άδικα
Καί πάλιν
• • εν τοίς όρθροις εμελέτων εις σέ
• • ότι εγενήθης βοηθός μου καί εν τή σκέπη τών πτερύγων σου αγαλλιάσομαι
• • εκολλήθη η ψυχή μου οπίσω σου εμού αντελάβετο η δεξιά σου

Δόξα... Καί νύν...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, Δόξα σοι ο Θεός
Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα... Καί νύν...

Ψαλμός 87
• • Κύριε ο Θεός τής σωτηρίας μου ημέρας εκέκραξα καί εν νυκτί εναντίον σου
• • εισελθάτω ενώπιόν σου η προσευχή μου κλίνον τό ούς σου εις τήν δέησίν μου κύριε
• • ότι επλήσθη κακών η ψυχή μου καί η ζωή μου τώ άδη ήγγισεν
• • προσελογίσθην μετά τών καταβαινόντων εις λάκκον εγενήθην ως άνθρωπος αβοήθητος εν νεκροίς ελεύθερος
• • ωσεί τραυματίαι ερριμμένοι καθεύδοντες εν τάφω ών ουκ εμνήσθης έτι καί αυτοί εκ τής χειρός σου απώσθησαν
• • έθεντό με εν λάκκω κατωτάτω εν σκοτεινοίς καί εν σκιά θανάτου
• • επ' εμέ επεστηρίχθη ο θυμός σου καί πάντας τούς μετεωρισμούς σου επ' εμέ επήγαγες διάψαλμα
• • εμάκρυνας τούς γνωστούς μου απ' εμού έθεντό με βδέλυγμα εαυτοίς παρεδόθην καί ουκ εξεπορευόμην
• • οι οφθαλμοί μου ησθένησαν από πτωχείας εκέκραξα πρός σέ κύριε όλην τήν ημέραν διεπέτασα πρός σέ τάς χείράς μου
• • μή τοίς νεκροίς ποιήσεις θαυμάσια ή Ιατροί αναστήσουσιν καί εξομολογήσονταί σοι
• • μή διηγήσεταί τις εν τάφω τό έλεός σου καί τήν αλήθειάν σου εν τή απωλεία
• • μή γνωσθήσεται εν τώ σκότει τά θαυμάσιά σου καί η δικαιοσύνη σου εν γή επιλελησμένη
• • καγώ πρός σέ κύριε εκέκραξα καί τό πρωί η προσευχή μου προφθάσει σε
• • ίνα τί κύριε απωθείς τήν ψυχήν μου αποστρέφεις τό πρόσωπόν σου απ' εμού
• • πτωχός ειμι εγώ καί εν κόποις εκ νεότητός μου υψωθείς δέ εταπεινώθην καί εξηπορήθην
• • επ' εμέ διήλθον αι οργαί σου καί οι φοβερισμοί σου εξετάραξάν με
• • εκύκλωσάν με ως ύδωρ όλην τήν ημέραν περ ιέσχον με άμα
• • εμάκρυνας απ' εμού φίλον καί πλησίον καί τούς γνωστούς μου από ταλαιπωρίας
Καί πάλιν
• • Κύριε ο Θεός τής σωτηρίας μου ημέρας εκέκραξα καί εν νυκτί εναντίον σου
• • εισελθάτω ενώπιόν σου η προσευχή μου κλίνον τό ούς σου εις τήν δέησίν μου

Ψαλμός 102
• • Ευλόγει η ψυχή μου τόν κύριον καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού
• • τόν ευιλατεύοντα πάσαις ταίς ανομίαις σου τόν ιώμενον πάσας τάς νόσους σου
• • τόν λυτρούμενον εκ φθοράς τήν ζωήν σου τόν στεφανούντά σε εν ελέει καί οικτιρμοίς
• • τόν εμπι πλώντα εν αγαθοίς τήν επιθυμίαν σου ανακαινισθήσεται ως αετού η νεότης σου
• • ποιών ελεημοσύνας ο κύριος καί κρίμα πάσι τοίς αδικουμένοις
• • εγνώρ ισεν τάς οδούς αυτού τώ Μωυσή τοίς υιοίς Ισραηλ τά θελήματα αυτού
• • οικτίρμων καί ελεήμων ο κύριος μακρόθυμος καί πολυέλεος
• • ουκ εις τέλος οργισθήσεται ουδέ εις τόν αιώνα μηνιεί
• • ου κατά τάς αμαρτίας ημών εποίησεν ημίν ουδέ κατά τάς ανομίας ημών ανταπέδωκεν ημίν
• • ότι κατά τό ύψος τού ουρανού από τής γής εκραταίωσεν κύριος τό έλεος αυτού επί τούς φοβουμένους αυτόν
• • καθ' όσον απέχουσιν ανατολαί από δυσμών εμάκρυνεν αφ' ημών τάς ανομίας ημών
• • καθώς οικτίρει πατήρ υιούς οικτίρησεν κύριος τούς φοβουμένους αυτόν
• • ότι αυτός έγνω τό πλάσμα ημών μνήσθητι ότι χούς εσμεν
• • άνθρωπος ωσεί χόρτος αι ημέραι αυτού ωσεί άνθος τού αγρού ούτως εξανθήσει
• • ότι πνεύμα διήλθεν εν αυτώ καί ουχ υπάρξει καί ουκ επι γνώσεται έτι τόν τόπον αυτού
• • τό δέ έλεος τού κυρίου από τού αιώνος καί έως τού αιώνος επί τούς φοβουμένους αυτόν καί η δικαιοσύνη αυτού επί υιούς υιών
• • τοίς φυλάσσουσιν τήν διαθήκην αυτού καί μεμνημένοις τών εντολών αυτού τού ποιήσαι αυτάς
• • κύριος εν τώ ουρανώ ητοίμασεν τόν θρόνον αυτού καί η βασιλεία αυτού πάντων δεσπόζει
• • ευλογείτε τόν κύριον πάντες οι άγγελοι αυτού δυνατοί ισχύι ποιούντες τόν λόγον αυτού τού ακούσαι τής φωνής τών λόγων αυτού
• • ευλογείτε τόν κύριον πάσαι αι δυνάμεις αυτού λειτουργοί αυτού ποιούντες τό θέλημα αυτού
• • ευλογείτε τόν κύριον πάντα τά έργα αυτού εν παντί τόπω τής δεσποτείας αυτού ευλόγει η ψυχή μου τόν κύριον
Καί πάλιν
• • εν παντί τόπω τής δεσποτείας αυτού ευλόγει η ψυχή μου τόν κύριον

Ψαλμός 142
• • Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου
• • καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών
• • ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος
• • καί ηκηδίασεν επ' εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου
• • εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων
• • διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα
• • ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ' εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον
• • ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου
• • εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον
• • δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία
• • ένεκα τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου
• • καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι δούλός σού ειμι εγώ
Καί πάλιν
• • επάκουσόν μου εν τή δικαιοσύνη σου καί μή εΙσέλθης εις κρίσιν μετά τού δούλου σου (2)
• • τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία

Δόξα... Καί νύν...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

  Εν ειρήνη του Κυρίου δεηθώμεν…
  Ότι πρέπει σοι, πάσα δόξα, τιμή και προσκύνησις, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Χορός Αμήν.

Ήχος πλ. δ'

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Απολυτίκιον Αναστάσιμον
Ήχος πλ. δ'

Εξ ύψους κατήλθες ο εύσπλαγχνος, ταφήν καταδέξω τριήμερον, ίνα ημάς ελευθερώσης τών παθών, Η ζωή καί η Ανάστασις ημών, Κύριε δόξα σοι.

Δόξα... Τών Αγίων Ήχος δ'
Τών εν όλω τώ κόσμω Μαρτύρων σου, ως πορφύραν καί βύσσον τά αίματα, η Εκκλησία σου στολισαμένη, δι' αυτών βοά σοι, Χριστέ ο Θεός, τώ λαώ σου τούς οικτιρμούς σου κατάπεμψον, ειρήνην τή πολιτεία σου δώρησαι, καί ταίς ψυχαίς ημών τό μέγα έλεος.

Καί νύν... Θεοτοκίον Ο αυτός
Τό απ' αιώνος απόκρυφον, καί Αγγέλοις ο άγνωστον μυστήριον, διά σού Θεοτόκε, τοίς επί γής πεφανέρωται, Θεός, εν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι' ού αναστήσας τόν Πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.

Μετά τήν α' Στιχολογίαν

Καθίσματα Αναστάσιμα τής Οκτωήχου
Ήχος πλ. δ'

Ανέστης εκ νεκρών, η ζωή τών απάντων, καί Άγγελος φωτός, ταίς Γυναιξίν εβόα, Παύσασθε τών δακρύων, τοίς Αποστόλοις ευαγγελίσασθε, κράξατε ανυμνούσαι, Ότι ανέστη Χριστός ο Κύριος, ο ευδοκήσας σώσαι ως Θεός, τό γένος τών ανθρώπων.
Δόξα...
Άνθρωποι τό μνήμά σου, Σωτήρ εσφραγίσαντο, Άγγελος τόν λίθον, εκτής θύρας απεκύλισε. Γυναίκες εθεάσαντο, εγηγερμένον εκ νεκρών, καί αύται ευηγγελίσαντο τοίς Μαθηταίς σου εν Σιών, Ότι ανέστης η ζωή τών απάντων, καί διελύθη τά δεσμά τού θανάτου. Κύριε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν υπέρ ημών, καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

Μετά τήν β' Στιχολογίαν

Καθίσματα Ήχος ο αυτός
Τό προσταχθέν μυστικώς
Λευχειμονών ο Γαβριήλ φαιδρός επέστη, ως περ εν είδει αστραπής, Χριστού τώ τάφω, καί τόν λίθον εκύλισεν από τού μνημείου, καί φόβος μέγας συνέσχε σού τούς φρουρούς, καί άφνω έμειναν πάντες ωσεί νεκροί, από τού τάφου οι φύλακες, καί τού λίθου η σφραγίς, Αισχύνθητε παράνομοι, γνώτε, ότι ανέστη Χριστός.
Δόξα... Τήν σοφίαν καί Λόγον
Αναστάς εκ τού τάφου ως αληθώς, ταίς οσίαις προσέταξας Γυναιξί, κηρύξαι τήν Έγερσιν, Αποστόλοις ως γέγραπται, καί δρομαίος ο Πέτρος, επέστη τώ μνήματι, καί τό φώς εν τώ τάφω, ορών κατεπλήττετο, όθεν καί κατείδε, τά οθόνια μόνα, χωρίς τού θείου σώματος, εν αυτώ κατακείμενα, καί πιστεύσας εβόησε, Δόξα σοι Χριστέ ο Θεός, ότι σώζεις άπαντας Σωτήρ ημών, τού Πατρός γάρ υπάρχεις απαύγασμα.
Καί νύν... Θεοτοκίον
Επί σοί χαίρει, Κεχαριτωμένη, πάσα η κτίσις, Αγγέλων τό σύστημα, καί ανθρώπων τό γένος, ηγιασμένε ναέ, καί Παράδεισε λογικέ, παρθενικόν καύχημα, εξ ής Θεός εσαρκώθη, καί παιδίον γέγονεν, ο πρό αιώνων υπάρχων Θεός ημών, τήν γάρ σήν μήτραν, θρόνον εποίησε, καί τήν σήν γαστέρα, πλατυτέραν ουρανών απειργάσατο. Επί σοί χαίρει Κεχαριτωμένη, πάσα η κτίσις, δόξα σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'
  Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.
  Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
  Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
  Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν
Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον
Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η Υπακοή Ήχος πλ. δ'
Αι Μυροφόροι τού Ζωοδότου επιστάσαι τώ μνήματι, τόν Δεσπότην εζήτουν, εν νεκροίς τόν αθάνατον, καί χαράς ευαγγέλια, εκ τού, Αγγέλου δεξάμεναι, τοίς Αποστόλοις εμήνυον. Ότι ανέστη Χριστός ο Θεός, παρέχων τώ κόσμω τό μέγα έλεος.

Οι Αναβαθμοί Αντίφωνον Α'
• Εκ νεότητός μου ο εχθρός με πειράζει, ταίς ηδοναίς φλέγει με, εγώ δέ πεποιθώς, εν σοί Κύριε τροπούμαι τούτον.
• Οι μισούντες Σιών, γενηθήτωσαν δή, πρίν εκσπασθήναι ως χόρτος, συγκόψει γάρ Χριστός, αυχένας αυτών, τομή βασάνων.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, τό ζήν τά πάντα, φώς εκ φωτός, Θεός μέγας, σύν Πατρί υμνούμεν αυτό καί τώ Λόγω.
Αντίφωνον Β'
• Η καρδία μου τώ φόβω σου σκεπέσθω, ταπεινοφρονούσα, μή υψωθείσα αποπέση, εκ σού Πανοικτίρμον.
• Επί τόν Κύριον ο εσχηκώς ελπίδα, ου δείσει τότε, ότε πυρί τά πάντα κρινεί καί κολάσει.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, πάς τις θείος βλέπει καί προλέγει, τερατουργεί ύψιστα, εν τρισίν ένα Θεόν μέλπων, ει γάρ καί τριλαμπεί, μοναρχεί τό θείον.
Αντίφωνον Γ'
• Εκέκραξά σοι Κύριε, πρόσχες, κλίνόν μοι τό ούς σου βοώντι, καί κάθαρον πρίν άρης με, από τών ενθένδε.
• Επί τήν μητέρα αυτού γήν, δύνων πάς αύθις αναλύσει, τού λαβείν βασάνους, ή γέρα τών βεβιωμένων.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, θεολογία μονάς τρισαγία ο Πατήρ γάρ άναρχος, εξ ού έφυ ο Υιός αχρόνως, καί τό Πνεύμα σύμμορφον, σύνθρονον, εκ Πατρός συνεκλάμψαν.
Αντίφωνον Δ'
• Ιδού δή τί καλόν, ή τί τερπνόν, αλλ' ή τό κατοικείν αδελφούς άμα; εν τούτω γάρ Κύριος, επηγγείλατο ζωήν αιωνίαν.
• Τού ενδύματος αυτού, ο τά κρίνα τού αγρού κοσμών, κελεύει μή δείν φροντίζειν.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, ενοειδεί αιτία, πάντα έχεται ειρηνοβραβεύτως. Θεός τούτο γάρ εστι, Πατρί τε καί Υιώ, ομοούσιον κυρίως.
Προκείμενον
Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου Σιών, εις γενεάν καί γενεάν.
Στίχ. Αίνει η ψυχή μου τόν Κύριον.

Ή Τάξις τού Εωθινού Ευαγγελίου
Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπουμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ιωάννου αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.
ΕΥΑΓΓΕΛΙΟΝ A’
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν Άγιον, Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνούμεν, καί τήν αγίαν σου Ανάστασιν υμνούμεν καί δοξάζομεν. Σύ γάρ εί Θεός ημών, εκτός σού άλλον ουκ οίδαμεν, τό όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν τού Χριστού αγίαν Ανάστασιν, ιδού γάρ ήλθε διά τού Σταυρού, χαρά εν όλω τώ κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν Ανάστασιν αυτού. Σταυρόν γάρ υπομείνας δι' ημάς, θανάτω θάνατον ώλεσεν.
Ν' Ψαλμός
• • Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• • επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• • ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• • σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• • ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• • ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• • ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• • ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• • απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• • καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• • μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• • απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• • διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• • ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• • κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• • ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• • θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• • αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• • τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους
Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου
Πεντηκοστάριον. Ήχος ο αυτός.
Αναστάς ο Ιησούς, από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν, καί μέγα έλεος.

Οι κανόνες, ο Αναστάσιμος καί τών Αγίων

Κανών Αναστάσιμος

Ήχος πλ. δ'

Ωδή α' ο Ειρμός
Αρματηλάτην Φαραώ εβύθισε, τερατουργούσα ποτέ, Μωσαϊκή ράβδος, σταυροτύπως πλήξασα, καί διελούσα θάλασσαν, Ισραήλ δέ φυγάδα, πεζόν οδίτην διέσωσεν, άσμα τώ Θεώ αναμέλποντα.

Τήν παντοδύναμον Χριστού θεότητα, πώς μή θαυμάσωμεν; εκ μέν παθών πάσι, τοίς πιστοίς απάθειαν, καί αφθαρσίαν βλύζουσαν, εκ πλευράς δέ αγίας, πηγήν αθάνατον στάζουσαν, καί ζωήν εκ τάφου αϊδιον.

Ως ευρεπής ταίς Γυναιξίν ο Άγγελος, νύν εμπεφάνισται, καί τηλαυγή φέρων, τής εμφύτου σύμβολα, αϋλου καθαρότητος, τή μορφή δέ μηνύων, τό φέγγος τής Αναστάσεως, κράζων, Εξηγέρθη ο Κύριος.
Θεοτοκίον
Δεδοξασμένα περί σού εν γενεαίς γενεών, η τόν Θεόν Λόγον, εν γαστρί χωρήσασα, αγνή δέ διαμείνασα, Θεοτόκε Παρθένε, διό σέ πάντες γεραίρομεν, τήν μετά Θεόν προστασίαν ημών.

Κανών τών Αγίων Πάντων. Ήχος ο αυτός. ού η ακροστιχίς.
Τών Αγίων Πάντων πολυώνυμα τάγματα μέλπων.

Ωδή α'
Αρματηλάτην Φαραώ
Τών σών Αγίων ανυμνών τά τάγματα, τώ σώ ων φωτί τήν ψυχήν, ταίς προσευχαίς τούτων, αυγασθήναι δέομαι, σύ γάρ εί φώς απρόσιτον, τής αγνοίας τόν ζόφον, διώκων τοίς σοίς πυρσεύμασι, Λόγε τού Θεού φωτοδότα Χριστέ.

Ως ανυψώθης επί ξύλου, είλκυσας, πρός σήν επίγνωσιν, τήν τών εθνών πάσαν, κληρουχίαν Δέσποτα, καί φωτί κατελάμπρυνας, τής αγίας Τριάδος, δι' Αποστόλων αγίων σου, δι' ών τήν απάτην απήλασας.

Νομοθεσία σου Χριστέ πειθόμενοι, οι σοί Απόστολοι, τά επί γής πάντα, ευσεβώς απώσαντο, καί τώ φωτί τής χάριτος, κατεφαίδρυναν πάσαν, τήν οικουμένην οι ένδοξοι, ευαγγελικώς σε κηρύττοντες.

Αγαλλιώμενοι Σταυρόν οι Μάρτυρες, τόν σόν αράμενοι, καί τό σεπτόν πάθος, ακλινώς μιμούμενοι, τυραννικήν ουκ έπτηξαν, απειλήν οι γενναίοι, ου πύρ, ου ξίφος, ου μάστιγας, αλλ' ουδέ λιμόν, ουδέ θάνατον.
Θεοτοκίον
Γνώμην ανδρείαν αι παρθένοι πάναγνε, αναλαβούσαι σαφώς, μαρτυρικούς άθλους, ακλινώς υπέμειναν, καί ψαλμικώς οπίσω σου, τώ Υιώ σου Παρθένε, ενθέως συναγαλλόμεναι, τώ παμβασιλεί προσηνέχθησαν.

Ωδή γ' Ο Ειρμός
Ο στερεώσας κατ' αρχάς, τούς ουρανούς εν συνέσει, καί τήν γήν επί υδάτων εδράσας, εν τή πέτρα με Χριστέ, τών εντολών σου στήριξον, ότι ουκ έστι πλήν σου, άγιος μόνε φιλάνθρωπε.

Κατακριθέντα τόν Αδάμ, τή γεύσει τής αμαρτίας, τής σαρκός σου τό σωτήριον πάθος, εδικαίωσε Χριστέ αυτός γάρ ουχ υπεύθυνος, τή τού θανάτου πείρα, πέφηνας ο αναμάρτητος.

Της, Αναστάσεως τό φώς, εξέλαμψε τοίς εν σκότει, τού θανάτου καί σκιά καθημένοις, ο Θεός μου Ιησούς, καί τή αυτού θεότητι, τόν ισχυρόν δεσμεύσας, τούτου τά σκεύη διήρπασε.
Θεοτοκίον
Τών Χερουβίμ καί Σεραφίμ, εδείχθης υψηλοτέρα, Θεοτόκε, σύ γά μόνη εδέξω, τόν αχώρητον Θεόν, εν σή γαστρί αμόλυντε, διό πιστοί σε πάντες, ύμνοις αεί μακαρίζομεν.

Άλλος Ο στερεώσας κατ' αρχάς
Ιερωσύνην ιεράν, οι Ιερείς καί Ποιμένες, ενδυσάμενοι, καί ταύτην εμφρόνως, κυβερνήσαντες Χριστέ, αξίως κετεκόσμησαν, διδασκαλίας λόγον, άνωθεν όντως πλουτήσαντες.

Ωραιωθέντες καλλοναίς, τής πρώτης καλλοποιϊας, καί φανέντες απλανείς ως φωστήρες, ουρανώσατε Χριστού, τήν Εκκλησίαν Άγιοι, άλλοθεν άλλος ταύτην, ποικίλως, κατακοσμήσαντες.

Νόμω πειθόμενοι τώ σώ, τών μακαρίων οι δήμοι, πολυτρόποις αρεταίς φαιδρυνθέντες, επληρώσαντο μονάς, τας ουρανίους χαίροντες, άλλην γάρ άλλος πάντες, ταύτας αξίως επλήρωσαν.
Θεοτοκίον
Παρθενικής από γαστρός, τού εκ Θεού Θεόν Λόγον, απεγέννησας ημίν, Θεομήτορ, όν νεάνιδες αγναί, θεοπρεπώς επόθησαν, καί σού οπίσω πάσαι, τούτω σαφώς ηκολούθησαν.

Κοντάκιον τής Οκτωήχου
Ως απαρχάς τής φύσεως.

Εξαναστάς τού μνήματος, τούς τεθνεώτας ήγειρας, καί τόν Αδάμ ανέστησας, καί η Εύα χορεύει εν τή σή Αναστάσει, καί κόσμου τά πέρατα πανηγυρίζουσι, τή εκ νεκρών Εγέρσει σου Πολυέλεε.

Ο Οίκος
Τά τού, Άδου σκυλεύσας βασίλεια, καί νεκρούς αναστήσας Μακρόθυμε, Γυναιξί Μυροφόροις συνήντησας, αντί λύπης, χαράν κομισάμενος, καί Αποστόλοις σου εμήνυσας τά τής νίκης σύμβολα. Σωτήρ μου ζωοδότα, καί τήν κτίσιν εφώτισας φιλάνθρωπε, διά τούτο καί κόσμος συγχαίρει, τή εκ νεκρών Εγέρσει σου πολυέλεε.

Καθίσματα Ήχος πλ. δ'
Τήν Σοφίαν καί Λόγον

Προπατόρων Πατέρων Πατριαρχών, Αποστόλων Μαρτύρων Ιεραρχών, Προφητών καί Οσίων σου, Ασκητών καί Δικαίων τε, καί παντός ονόματος, εγγεγραμμένου εν βίβλω ζωής, τήν αγίαν μνήμην, τελούντες Χριστέ ο Θεός, πάντας συγκινούμεν, εις πρεσβείαν δεόμενοι, Ειρήνευσον τόν κόσμον σου, δι' αυτών ως φιλάνθρωπος, ίνα πάντες βοώμέν σοι, ο Θεός ο ενδοξαζόμενος, εν βουλή Αγίων σου, σύ υπάρχεις αληθώς, ο δοξάσας αξίως τήν μνήμην αυτών.

Θεοτοκίον Όμοιον
Τήν ουράνιον πύλην καί κιβωτόν, τό πανάγιον όρος, τήν φωταυγή, νεφέλην υμνήσωμεν τήν ουράνιον κλίμακα, τόν λογικόν Παράδεισον, τής Εύας τήν λύτρωσιν, τής οικουμένης πάσης, τό μέγα κειμήλιον, ότι σωτηρία, εν αυτή διεπράχθη, τώ κόσμω καί άφεσις, τών αρχαίων εγκλημάτων, Διά τούτο βοώμεν αυτή, Πρέσβευε τώ σώ Υιώ καί Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς ευσεβώς προσκυνούσι, τόν πανάγιον τόκον σου.

Ωδή δ' Ο Ειρμός
Σύ μου ισχύς, Κύριε, σύ μου καί δύναμις, σύ Θεός μου, σύ μου αγαλλίαμα, ο πατρικούς κόλπους μή λιπών, καί τήν ημετέραν πτωχείαν επισκεψάμενος, διό σύν τώ Προφήτη, Αββακούμ σοί κραυγάζω Τή δυνάμει σου δόξα φιλάνθρωπε.

Σύ δυσμενή, όντα με λίαν ηγάπησας, σύ κενώσει, ξένη καταβέβηκας, επί τής γής, εύσπλαγχνε Σωτήρ, τής εσχατιάς μου, τήν ύβριν μή ανηνάμενος, καί μείνας εν τώ ύψει, τής αχράντου σου δόξης τόν πρίν ητιμωμένον εδόξασας.

Τίς καθοράν, Δέσποτα νύν ουκ εξίσταται, διά πάθους, θάνατον λυόμενον, διά Σταυρού φεύγουσαν φθοράν, καί διά θανάτου, τόν Άδην πλούτου κενούμενον, Τής θείας δυναστείας, σού τού εσταυρωμένου, τό εξαίσιον έργον φιλάνθρωπε.
Θεοτοκίον
Σύ τών πιστών, καύχημα πέλεις ανύμφευτε, σύ προστάτις, σύ καί καταφύγιον, Χριστιανών, τείχος καί λιμήν, πρός γάρ τον Υιόν σου, εντεύξεις φέρεις πανάμωμε, καί σώζεις εκ κινδύνων, τούς εν πίστει καί πόθω, Θεοτόκον αγνήν σε γινώσκοντας.

Άλλος Σύ μου ισχύς, Κύριε
Ανακραθείς, όμιλος ο τών Αγίων σου, δι' αγάπης, καί σοί ενηδόμενος, ειλικρινώς τε καί καθαρώς, εν αγαλλιάσει, χορείαν τήν ακατάλυτον, Αγγέλοις συγχορεύει, περί σέ παντεπόπτα, τόν απάντων Θεόν τε καί Κύριον.

Νεανικώς, ένδοξοι Ιερομάρτυρες, τών Μαρτύρων, στέφος ανεδήσασθε, τώ θεουργώ χρίσματι τοπρίν, τής Ιερωσύνης, ηγλαϊσμένοι πανόλβιοι, διό διπλούς στεφάνους, επαξίως λαβόντες, συν Χριστώ αιωνίως αγάλλεσθε.

Τό τής σαρκός, φρόνημα άπαν τώ Πνεύματι, θεοφόροι, όντως υπετάξατε, ασκητικώς τούτου τάς Ορμάς, τάς ακατασχέτους, νηστεία καταμαράναντες, καί νύν τής απαθείας, τώ φωτί πυ ρσωθέντες, αμοιβάς τάς τών πόνων ειλήφατε.

Ως τού Χριστού, Μάρτυρες τού Πρωτομάρτυρος, τάς βασάνους, άγαν υπεμείνατε, καρτερικώς τε καί γενικώς, ως εν αλλοτρίοις, αθλούντες σώμασιν ένδοξοι, καί νύν τής βασιλείας, κληρονόμοι δειχθέντες, τοίς πιστοίς τάς ιάσεις πηγάζετε.
Θεοτοκίον
Νύμφη Θεού, γέγονας Θεογεννήτρια, τόν γάρ τούτου, Λόγον προαιώνιον, σωματικώς τέτοκας ημίν, εν ώ καί γυναίκες, αγίως πολιτευσάμεναι, καί άθλοις παμποικίλοις διά σού κοσμηθείσαι, τήν Προμήτορος πτώσιν ανώρθωσαν.

Ωδή ε' Ο Ειρμός
Ίνα τί με απώσω, από τού προσώπου σου τό φώς τό άδυτον, καί εκάλυψέ με, τό αλλότριον σκότος τόν δείλαιον, αλλ' επίστρεψόν με, καί πρός τό φώς τών εντολών σου, τάς οδούς μου κατεύθυνον δέομαι.

Περιθέσθαι ηνέσχου, χλαίναν πρό τού πάθους σου, Σώτερ παιζόμενος, τήν τού Πρωτοπλάστου, περιστέλλων ασχήμονα γύμνωσιν, καί γυμνός παγήναι, εν τώ Σταυρώ απαμφιάζων, τόν χιτώνα Χριστέ τής νεκρώσεως.

Εκ χοός τού θανάτου, σύ τήν πεπτωκυίάν μου ανωκοδόμησας, αναστάς ουσίαν, καί αγήρω Χριστέ κατεσκεύασας, αναδείξας πάλιν, βασιλικήν ώσπερ εικόνα, αφθαρσίας φωτί απαστράπτουσαν.

Θεοτοκίον
Μητρικήν παρρησίαν, τήν πρός τόν Υίόν σου κεκτημένη Πάναγνε, συγγενούς προνοίας, τής ημών μή παρίδης δεόμεθα, ότι σέ καί μόνην, Χριστιανοί πρός τόν Δεσπότην, ιλασμόν ευμενή προβαλλόμεθα.

Άλλος Ίνα τί με απώσω
Προοράν ως Προφήται, θείοι τά εσόμενα κατηξιώθητε, ά επιποθούντες, ευγενεία ψυχής εκαθάρατε, σεμνή πολιτεία, υμάς αυτούς, ώ θεοφόροι, φωτιζόμενοι σθένει τού Πνεύματος.

Ο χορός τών Αγίων, νύν εναγλαϊζεται θείοις χαρίσμασιν, οι πρό νόμου πάντες, Πατριάρχαι, Προφήται, Απόστολοι, καί Μαρτύρων δήμοι, καί Ασκητών καί διδασκάλων, καί δικαίων σύν Ιερομάρτυσι.

Λαμπομένην Ορώντες, τήν τών σών Αγίων Ομήγυριν σήμερον, τή σή Σώτερ αίγλη, χάριτος, τόν σόν καί λαμπάσιν ασβέστοις της θείον πλούτον, τών αγαθών, καί αφθονίαν, ανυμνούμεν απαύστως φιλάνθρωπε.
Θεοτοκίον
Υπερθαύμαστον τόκον, τόν σόν αγαπήσασαι γυναίκες πάνσεμναι, τά τερπνά τού βίου, εις ουδέν ελογίσαντο Πάναγνε, τής αυτού καί μόνης, ερωτικώς επιθυμούσαι, αγλαϊας καί θείας ελλάμψεως.

Ωδή ς' Ο Ειρμός
Ιλάσθητί μοι Σωτήρ, πολλαί γάρ αι ανομίαι μου, καί εκ βυθού τών κακών, ανάγαγε, δέομαι, πρός σέ γάρ εβόησα, καί επάκουσόν μου, ο Θεός τής σωτηρίας μου.

Διά ξύλου κραταιώς, καθείλέ με ο αρχέκακος, αυτός δέ αναρτηθείς, Χριστέ κραταιότερον, Σταυρώ καταβέβληκας, δειγματίσας τούτον, τόν πεσόντα δέ ανέστησας.

Σύ ώκτειρας τήν Σιών, εξανατείλας τού μνήματος, καινήν αντί παλαιάς, τελέσας ως εύσπλαγχνος, τώ θείω σου αίματι, καί νύν βασιλεύεις, εν αυτή εις τούς αιώνας Χριστέ.
Θεοτοκίον
Ρυσθείημεν τών δεινών, πταισμάτων ταίς ίκεσίαις σου, Θεογεννήτορ αγνή, καί τύχοιμεν πάναγνε, τής θείας ελλάμψεως, τού εκ σού αφράστως, σαρκωθέντος Υιού τού Θεού.

Άλλος Ιλάσθητί μοι Σωτήρ
Ως έντιμον εκλεκτόν, τεθέντα λίθον ακρόγωνον, οι Άγιοι εν Σιών, ευρόντες σε Δέσποτα, κρηπίδα ασάλευτον, εκλεκτούς ως λίθους, εαυτούς επωκοδόμησαν.

Νυγείσης σου τής πλευράς, ρανίδες αίματος στάξασαι, σύν ύδατι θεουργώ, τόν κόσμον ανέπλασαν, καί θείαν Ομήγυριν, τών Αγίων πάντων, ευεργέτα προσεκάλεσαν.

Υμνούμεν πανευσεβώς, Μαρτύρων νέφος τό ένθεον, τή χάριτι λαμπρυνθέν, καί λάμψαν φαιδρότερον, πορφύρα τού αίματος, καί τή αλουργίδι, τής αυτών στερράς αθλήσεως.
Θεοτοκίον
Μητέρα παναληθή, Θεού σε πάντες γινώσκομεν, δι' ής φύσις γυναικών, ρωσθείσα πανάμωμε, Χριστού υπερήθλησεν, αρετής τε πάσης, ευσεβώς γέγονεν έμπλεως.

Κοντάκιον Ήχος πλ. δ'
Ως απαρχάς τής φύσεως, τώ φυτουργώ τής κτίσεως, η οικουμένη προσφέρει σοι Κύριε, τούς θεοφόρους Μάρτυρας, ταίς αυτών ικεσίαις, εν ειρήνη βαθεία, τήν Εκκλησίαν σου, διά τής Θεοτόκου συντήρησον, πολυέλεε.
Ο Οίκος
Οι εν πάση τή γή μαρτυρήσαντες, καί εν τοίς ουρανοίς μετοικήσαντες, οι τά πάθη Χριστού μιμησάμενοι, καί τά πάθη ημών αφαιρούμενοι, ενταύθα σήμερον αθροίζονται, πρωτοτόκων δεικνύοντες Εκκλησίαν, ως τής άνω τόν τύπον επέχουσαν, καί Χριστώ εκβοώσαν, Θεός μου εί, Σύ με διά τής Θεοτόκου συντήρησον, πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τή Λ' τού αυτού μηνός, Μνήμη τού Οσίου Πατρός ημών Ισαακίου, Ηγουμένου τής Μονής τών Δαλμάτων.
Στίχοι
• • Ψήφω Θεού πρός θείον ήρθη χωρίον,
• • Γής, Ισαάκιος εκλιπών τό χωρίον.
• • Θείον Ισαάκιον μόρος είλεν ενί τριακοστή.

Τή αυτή ημέρα ο Άγιος Νατάλιος ξίφει τελειούται.

Ο όσιος Βαρλαάμ εν ειρήνη τελειούται.

Οι άγιοι νεομάρτυρες Ρωμανός καί Μελέτιος, ξίφει τελειούνται.

Συναξάριον του Πεντηκοσταρίου
Τή σήμερον ημέρα, Κυριακή μετά τήν Πεντηκοστήν, τήν τών απανταχού τής οικουμένης εν Ασία, Λιβύη, καί Ευρώπη, Βορρά τε καί Νότω, Αγίων πάντων Εορτήν εορτάζομεν.
Στίχοι
• Τού Κυρίου μου πάντας υμνώ τούς φίλους.
• Εί τις δε μέλλων, εις τούς πάντας εισίτω.

Ταίς τής αχράντου σου Μητρός πρεσβείαις, Χριστέ ο Θεός, καί πάντων τών απ' αιώνος Αγίων σου, ελέησον καί σώσον ημάς, ως μόνος αγαθός καί φιλάνθρωπος. Αμήν.

Ωδή ζ' Ο Ειρμός
Θεού συγκατάβασιν, τό πύρ ηδέσθη εν Βαβυλώνι ποτέ, διά τούτο οι Παίδες, εν τή καμίνω αγαλλομένω ποδί, ως εν λειμώνι χορεύοντες έψαλλον, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Η ένδοξος κένωσις, ο θείος πλούτος τής σής πτωχείας Χριστέ, καταπλήττει Αγγέλους, Σταυρώ ορώντάς σε καθηλούμενον, διά τό σώσαι τούς πίστει κραυγάζοντας, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Τή Θεία καθόδω σου, φωτός επλήσθη τά καταχθόνια, καί τό σκότος ηλάθη, το πρίν διώκον όθεν ανέστησαν, οι απ' αιώνος δεσμώται κραυγάζοντες, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.
Τριαδικόν
Απάντων μέν Κύριον, ενός δέ μόνου μονογενούς Υιού, ορθοδόξως Πατέρα, θεολογούντες σέ καταγγέλλομεν, καί έν ειδότες σού εκπορευόμενον Πνεύμα ευθές, συμφυές καί συναϊδιον.

Άλλος Θεού συγκατάβασιν
Αγίων τά τάγματα, τόν εν Αγίοις αναπαυόμενον, ασιγήτως υμνούντα, τρυφής ενθέου νύν απολαύουσι, καί γεγηθότες χορεύουσι ψάλλοντες, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Ταίς θείαις ελλάμψεσι, τής τρισηλίου φωτοχυσίας σεπτώς, τών Αγίων οι δήμοι, περιλαμφθέντες μονάδα τρισάριθμον, θεολογούσι Πατέρα συνάναρχον, καί τόν Υιόν ευσεβώς, καί Πνεύμα άγιον.

Αφράστω τή δόξη σου, όταν οφθήση Θεός εν μέσω θεών, τάς αξίας παρέχων ενί έκάστω, καί τούς στεφάνους διδούς, τότε τούς πάντας αξίωσον ψάλλειν σοι, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Γηθόμενοι μέλψωμεν, τήν τών Αγίων πάντων ομήγυριν, εκ παντός κροτουμένην, καί γένους άμα, καί αξιώματος, καί πολιτείας, καί τούτοις συμψάλωμεν, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Μαρίαν τήν άχραντον, καί παναγίαν Θεογεννήτριαν, αι νεάνιδες πάσαι, χορείαν θείαν άμα στησάμεναι, μεγαλοφώνως, Αγάλλου, βοήσατε, η τής χαράς τήν πηγήν ημίν βλυστάνουσα.

Ωδή η' Ο Ειρμός
Επταπλασίως κάμινον, τών Χαλδαίων ο τύραννος, τοίς θεοσεβέσιν, εμμανώς εξέκαυσε, δυνάμει δέ κρείττονι, περισωθέντας τούτους ιδών, Τόν δημιουργόν, καί λυτρωτην, ανεβόα, οι παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.

Τής Ιησού θεότητος, η υπέρθεος δύναμις, ης εν τοίς καθ' ημάς, θεοπρεπώς εξέλαμψε σαρκί γάρ γευσάμενος, υπέρ παντός θανάτου Σταυρού, έλυσε τού Άδου τήν ισχύν, Ον απαύστως, οι παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε εις πάντας τούς αιώνας.

Ο σταυρωθείς εγήγερται, ο μεγάλαυχος πέπτωκεν, ο καταπεσών καί συντριβείς ανώρθωται, φθορά εξωστράκισται, καί αφθαρσία ήνθησεν, υπό τής ζωής γάρ τό θνητόν κατεπόθη, οι παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε εις πάντας τούς αιώνας.
Τριαδικόν
Τρισσοφαή θεότητα, ενιαίαν εκλάμπουσαν, αίγλην εκ μιάς τρισυποστάτου φύσεως, Γεννήτορα άναρχον, ομοφυά τε Λόγον Πατρός, καί συμβασιλεύον ομοούσιον Πνεύμα, οι παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε εις πάντας τούς αιώνας.

Άλλος Επταπλασίως κάμινον
Αγαλλιάσθε Μάρτυρες, οι Προφήται, Απόστολοι, Ιερομαρτύρων ο σεπτός κατάλογος, Δικαίων Οσίων τε, καί Διδασκάλων θείος χορός, σύν ταίς Μυροφόροις γυναιξί μελωδούντες, Οι παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε εις πάντας τούς αιώνας.

Τής υπέρ νούν λαμπρότητος, εμφορούμενοι Άγιοι, θείας ευφροσύνης καί χαράς πληρούμενοι, Θεοί χρηματίζετε, τή πρός Θεόν εγγύτητι, ταίς θεουργικαίς μαρμαρυγαίς ομιλούντες, καί δόξης τής αφράστου, φωτισθέντες ακτίσι, Χριστόν υπερυψούτε εις πάντας τούς αιώνας.

Αναφανέντες Άγιοι, ως φωστήρες πολύφωτοι, τόν τής Εκκλησίας, ουρανόν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καί διαφόροις κάλλεσιν, εν δικαιοσύνη, σωφροσύνη ανδρεία, φρονήσει τε, βοώντες, Ιερείς ανυμνείτε, λαός υπερυψούτε Χριστόν εις τούς αιώνας.
Θεοτοκίον
Μετ' ευφροσύνης άπασαι, γυναικών αι θεόφρονες, αι τελειωθείσαι, εν Χριστώ τώ Πνεύματι, Παρθένον τήν άχραντον, καί αληθή Μητέρα Θεού, τήν εκ τής κατάρας, τής προμήτορος Εύας, ημάς λυτρωσαμένην, τανύν περικυκλούσαι, τόν ταύτης ανυμνείτε, καρπόν εις τούς αιώνας.

Ωδή θ' Ο Ειρμός
Εξέστη επί τούτω ο ουρανός, καί τής γής κατεπλάγη τά πέρατα, ότι Θεός, ώφθη τοίς ανθρώποις σωματικώς, καί η γαστήρ σου γέγονεν, ευρυχωροτέρα τών ουρανών διό σε Θεοτόκε, Αγγέλων καί ανθρώπων, ταξιαρχίαι, μεγαλύνουσι.

Τή θεία καί ανάρχω φύσει απλούς, πεφυκώς η συνετέθης προσλήψει σαρκός, εν σεαυτώ, ταύτην υποστήσας Λόγε Θεού, καί πεπονθώς ως άνθρωπος, έμεινας εκτός πάθους ως Θεός, διό σε εν ουσίαις, δυσίν αδιαιρέτως, καί ασυγχύτως μεγαλύνομεν.

Πατέρα κατ' ουσίαν τήν θεϊκήν, ως δέ φύσει γενόμενος άνθρωπος, έφης Θεόν, Ύψιστε τοίς δούλοις συγκατιών, εξαναστας τού μνήματος, χάριτι Πατέρα τών γηγενών, τιθείς τόν κατά φύσιν, Θεόν τε καί Δεσπότην, μεθ' ού σε πάντες μεγαλύνομεν.

Θεοτοκίον
Ωράθης ώ Παρθένε Μήτηρ Θεού, υπέρ φύσιν τεκούσα εν σώματι, τόν αγαθόν, Λόγον καρδίας τής εαυτού, όν Ο Πατήρ ηρεύξατο, εκ πάντων πρό αιώνων ως αγαθός, όν νύν καί τών σωμάτων, επέκεινα νοούμεν, ει καί τό σώμα περιβέβληται.

Άλλος Εξέστη επί τούτω
Ελπίδι καί αγάπη θωρακισθέν, καί πιστώς πεφραγμένον τό σύνταγμα, τών εκλεκτών, πάσας τών τυράννων τάς απειλάς, τούς αικισμούς καί μάστιγας, χαίροντες υπέμειναν ευκλεώς, Χριστόν πεπλουτηκότες, νικοποιόν εν άθλοις, τής αληθείας πρωτομάρτυρες.

Λιμένα σωτηρίας τόν Βαπτιστήν, Αποστόλους, Προφήτας καί Μάρτυρας, σύν Ασκηταίς, θείους Διδασκάλους, καί Ιερείς, Πατριαρχών τε σύλλογον, καί Ιερομάρτυρας ευκλεείς, γυναίκας φιλοθέους, Οσίους καί Δικαίους, νύν επαξίως ευφημήσωμεν.

Πυρί δοκιμασθέντες τών πειρασμών, καί τρυφαίς μή θελχθέντες αγάλλεσθε, ειλικρινώς θρόνω τού Δεσπότου φωτοειδεί, παρεστη κότες ένδοξοι, δήμος τών Αγίων εν ουρανοίς, λυθέντων τών εσόπτρων, σκιάς τε παρειμένης, τής αληθείας ταίς εμφάσεσι.

Θεοτοκίον
Ωράθης διεστώτων συναπτική, διά σού γαρ Αγγέλοις ομόσκηνοι, έν ουρανοίς, άνθρωποι γεγόνασιν αληθώς, καί μαρτυρούσι τάγματα, πάντων τών Αγίων νύν σύν αυτοίς, υμνούντες τόν σόν τόκον, Παρθένε Θεοτόκε, εν αιωνίοις μελωδήμασι.

Καταβασίαι
Ωδή α' Ήχος δ'

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

 Άγιος Κύριος ο Θεός ημών,
 Άγιος Κύριος ο Θεός ημών.
 Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
 Ότι Άγιός εστιν.

Εξαποστειλάρια Τής Οκτωήχου
Aυτόμελον Ήχος β'

Τοίς Μαθηταίς συνέλθωμεν, εν Γαλιλαίας, πίστει Χριστόν θεάσασθαι, λέγοντα εξουσίαν, λαβείν τών άνω καί κάτω, μάθωμεν πώς διδάσκει, βαπτίζειν εις τό όνομα τού Πατρός, έθνη πάντα, καί τού Υιού, καί αγίου Πνεύματος, καί συνείναι, τοίς Μύσταις ώς υπέσχετο, έως τής συντελείας.

Έτερον τών Αγίων Όμοιον
Τόν Βαπτιστήν καί Πρόδρομον, Αποστόλους Προφήτας, Μάρτυρας, Ιεράρχας τε Ασκητάς καί Οσίους, Ιερομάρτυρας άμα, φιλοθέους γυναίκας, καί τους Δικαίους άπαντας, καί, Αγγέλων τάς τάξεις χρεωστικώς, ύμνοις καταστέψωμεν δυσωπούντες, τής δόξης τούτων τεύξασθαι, πρός Χριστού τού Σωτήρος.

Θεοτοκίον Όμοιον
Ο άνω δοξαζόμενος, θεϊκώς υπ' Αγγέλων, κόλπων πατρώ ων άχραντε, μή εκστάς απορρήτως, τοίς κάτω συνανεστράφη, σύ δέ ταύτης υπήρξας, τής σωτηρίας πρόξενος, εξ αγνών σου αιμάτων, τούτω Αγνή, υπέρ λόγον σάρκα δανεισαμένη, όν αίτησαι τοίς δούλοις σου, λύτρον δούναι πταισμάτων.

Εις τούς Αίνους

Ιστώμεν Στίχους η', καί ψάλλομεν Στιχηρά Aναστάσιμα ε' καί τών Αγίων γ'.

Α Ι Ν Ο Ι.’Ηχος πλ.δ΄

 Πάσα πνοή αινεσάτω τόν Κύριον. Αινείτε τόν Κύριον εκ τών ουρανών, αινείτε αυτόν εν τοίς Υψίστοις. Σοί πρέπει ύμνος τώ Θεώ,
 Αινείτε αυτόν, πάντες οι Άγγελοι αυτού, αινείτε αυτόν, πάσαι αι Δυνάμεις αυτού, Σοί πρέπει ύμνος τώ Θεώ.

1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.

Κύριε, ει καί κριτηρίω παρέστης, υπό Πιλάτου κρινόμενος, αλλ' ουκ απελείφθης τού θρόνου, τώ Πατρί συγκαθεζόμενος, καί αναστάς εκ νεκρών, τόν κόσμον ηλευθέρωσας, εκ τής δουλείας τού αλλοτρίου, ως οικτίρμων καί Φιλάνθρωπος.

2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.

Κύριε, ει καί ως νεκρόν εν μνημείω, Ιουδαίοι σε κατέθεντο, αλλ' ως Βασιλέα υπνούντα, στρατιώταί σε εφύλαττον, καί ως ζωής θησαυρόν, σφραγίδι εσφραγίσαντο, αλλά ανέστης καί παρέσχες, αφθαρσίαν ταίς ψυχαίς ημών.

3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.

Κύριε, όπλον κατά τού διαβόλου, τόν Σταυρόν σου ημίν δέδωκας, φρίττει γάρ καί τρέμει, μή φέρων καθοράν αυτού τήν δύναμιν, ότι νεκρούς ανιστά καί θάνατον κατήργησε, διά τούτο προσκυνούμεν, τήν Ταφήν σου καί τήν Έγερσιν.

4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

Ο Άγγελός σου Κύριε, ο τήν Ανάστασιν κηρύξας, τούς μέν φύλακας εφόβησε, τά δέ Γύναια εφώνησε λέγων. Τί ζητείτε τόν ζώντα μετά τών νεκρών, ανέστη Θεός ών, καί τή οικουμένη ζωήν εδωρήσατο.

5. Αινείτε αυτόν εν τυμπάνω καί χορώ, αινείτε αυτόν εν χορδαίς καί οργάνω

Έπαθες διά σταυρού, ο απαθής τή θεότητι, ταφήν κατεδέξω τριήμερον, ίνα ημάς ελευθερώσης τής δουλείας τού εχθρού, καί αθανατίσας, ζωοποιήσης ημάς Χριστέ ο Θεός, διά τής Αναστάσεώς σου φιλάνθρωπε.

Στιχηρά Προσόμοια τών Αγίων
6. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού. Πάσα πνοή αινεσάτω τόν Κύριον.

Ήχος δ' Ως γενναίον εν Μάρτυσιν
Τούς Αγίους ο Κύριος, τούς εν γή εθαυμάστωσε, τά αυτού γάρ στίγματα καί παθήματα, έν τή σαρκί ανεδέξαντο, έν τούτοις κοσμούμενοι, καί ταίς θείαις καλλοναίς, προφανώς αναθέμενοι, ούς υμνήσωμεν, ως αμάραντα άνθη, ως αστέρας, απλανείς τής Εκκλησίας, ως εθελόθυτα θύματα

Στίχ. Εκέκραξαν οι δίκαιοι, καί ο Κύριος εισήκουσεν αυτών.

Σύν προφήταις, Απόστολοι, σύν Οσίοις Διδάσκαλοι, σύν Ιερομάρτυσι πάντες Δίκαιοι, καί γυναικών αι αθλήσασαι, καί πόθω ασκήσασαι, τών Αγίων η πληθύς, καί Δικαίων τά τάγματα, ευφημείσθωσαν, ιεραίς μελωδίαις, ως τής άνω, βασιλείας κληρονόμοι, ως Παραδείσου οικήτορες.

Στίχ. Θαυμαστός ο Θεός εν τοίς Αγίοις αυτού.

Οι τήν γήν ουρανώσαντες, αρετών εν φαιδρότητι, οι Χριστού τόν θάνατον μιμησάμενοι, αθανασίας τήν πρόξενον, οδόν οι βαδίσαντες, οι τά πάθη τών βροτών, χειρουργία τής χάριτος, εκκαθάραντες, οι εν όλω τώ κόσμω ομοψύχως, εναθλήσαντες γενναίως, ανευφημείσθωσαν Μάρτυρες.

Δόξα... Εωθινόν Α' Ήχος α'
Εις τό όρος τοίς Μαθηταίς επειροοομένοις, διά τήν χαμόθεν έπαρσιν, επέστη ο Κύριος, καί προσκυνήσαντες αυτόν καί τήν δοθείσαν εξουσίαν, πανταχού διδαχθέντες, εις τήν υπ' ουρανόν εξαπεστέλλοντο, κηρύξαι τήν εκ νεκρών Ανάστασιν , καί τήν εις Ουρανούς αποκατάστασιν, οίς καί συνδιαιωνίζειν, ο αψευδής επηγγείλατο, Χριστός ο Θεός, καί Σωτήρ τών ψυχών ημών.

Καί νύν... Θεοτοκίον
Υπερευλογημένη υπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τού εκ σού σαρκωθέντος, ο Άδης ηχμαλώτισται, ο Αδάμ ανακέκληται, η κατάρα νενέκρωται, η Εύα ηλευθέρωται, ο θάνατος τεθανάτωται, καί ημείς εζωοποιήθημεν, διό ανυμνούντες βοώμεν, Ευλογητός Χριστός ο Θεός ημών, ο ούτως ευδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
 Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
 Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
 Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
 Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
 Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
 Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
 Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
 Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
 Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
 Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
 Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
 Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
 Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
 Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
 Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
 Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Αντίφωνον α΄
Ήχος πλ. δ'
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Αντίφωνον β΄
Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Είς την Είσοδον
Απολυτίκιον Αναστάσιμον
Ήχος πλ. δ'

Εξ ύψους κατήλθες ο εύσπλαγχνος, ταφήν καταδέξω τριήμερον, ίνα ημάς ελευθερώσης τών παθών, Η ζωή καί η Ανάστασις ημών, Κύριε δόξα σοι.

Μετά την Είσοδον

Τών Αγίων Ήχος δ'
Τών εν όλω τώ κόσμω Μαρτύρων σου, ως πορφύραν καί βύσσον τά αίματα, η Εκκλησία σου στολισαμένη, δι' αυτών βοά σοι, Χριστέ ο Θεός, τώ λαώ σου τούς οικτιρμούς σου κατάπεμψον, ειρήνην τή πολιτεία σου δώρησαι, καί ταίς ψυχαίς ημών τό μέγα έλεος.

Του ναού

Κοντάκιον Ήχος πλ. δ'

Ως απαρχάς τής φύσεως, τώ φυτουργώ τής κτίσεως, η οικουμένη προσφέρει σοι Κύριε, τούς θεοφόρους Μάρτυρας, ταίς αυτών ικεσίαις, εν ειρήνη βαθεία, τήν Εκκλησίαν σου, διά τής Θεοτόκου συντήρησον, πολυέλεε.

Προκείμενον τού Αποστόλου
Ήχος δ'

Θαυμαστός ο Θεός εν τοίς Αγίοις αυτού.
Στίχ. Εν Εκκλησίαις ευλογείτε τόν Θεόν.

Πρός Έβραίους Έπιστολής Παύλου το Ανάγνωσμα

Αδελφοί οι άγιοι Πάντες , οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.

Αλληλούϊα Ήχος δ'
Εκέκραξαν οι δίκαιοι, καί ο Κύριος εισήκουσεν αυτών.
Στίχ. Πολλαί αι θλίψεις τών δικαίων.

Εὐαγγέλιον: Κυρ. α΄ Ματθ., «Πᾶς ὅς τις ὁμολογήσει» (Μτθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30).

Εἰς τὸ ᾿Εξαιρέτως «῎Αξιον ἐστί».
Κοινωνικόν
Αινείτε τόν Κύριον εκ τών ουρανών, καί Αγαλλιάσθε δίκαιοι εν Κυρίω, τοίς ευθέσι πρέπει αίνεσις. Αλληλούϊα.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

6-6-2010

† ΚΥΡΙΑΚΗ Β΄ ΜΑΤΘΑΙΟΥ. ῾Ιλαρίωνος ὁσίου τοῦ νέου, ἡγουμένου τῆς μονῆς τῶν Δαλμάτων (†845). ῏Ηχος α΄, ἑωθινὸν β΄.

Εἰς τὸν ἑσπερινόν.

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος α’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα. Ἦχος α’.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι’ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι Σταυρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ Σταυρὸν καὶ θάνατον δι’ ἡμᾶς ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες· Ζωοδότα Κύριε, δόξα σοι, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀληθῆ, ἐν συμπαθείᾳ Πάτερ κτησάμενος, ὡς ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Ἱλαρίων μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ἐπίγειος Ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίῳ τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, Ἱλαρίων μακάριε, τῶν πιστῶς εὐφημούντων σε.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ὁ νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπινεύσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγεῖς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος καὶ γνωριζόμενος, ὅλος φωτοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, Ἱλαρίων Πατὴρ ἡμῶν, μοναζόντων ἀγλάϊσμα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος.
Σοφία Ὀρθοί
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα
Τὸ Ἀναστάσιμον. Ἦχος α’.

Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ’ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἀλλ’ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα και νύν Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα και νύν

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΞΑΨΑΛΜΟΣ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα...

Ἀπολυτίκιον. Ἦχος α’.

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν α’ Στιχολογίαν,
Καθίσματα Ἀναστάσιμα. Ἦχος α’.

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα.
Τοῦ λίθου σφραγισθέντος.

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν τάφον σου Σωτήρ.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

ἡ Ὑπακοή.
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α’.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Β’.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ’.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.

Προκείμενον.
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν β’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος.
Ἦχος α’. ᾨδὴ α’. Ὁ Εἱρμός.

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῷσον ἡμᾶς.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

τοῦ Ἁγίου ὁ παρών.

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας

Ἐν φωτὶ ἀΰλῳ καὶ νοητῷ, ἐκ τῆς κατηφείας, τῶν ἐνύλων ἀναδραμών, Ἱλαρίων Ὅσιε λιταῖς, σου, ταῖς πρὸς τὸν Κύριόν με φώτισον.

Ἐκ βρέφους θηλάσας τὴν ἀρετήν, ἐγκρατείας πόνοις, καὶ ἱδρῶσιν ἀσκητικοῖς, εἰς ἄνδρα κατήντησας καὶ μέτρον, πνευματικῆς τῆς ἡλικίας Χριστοῦ.

Τῶν παθῶν τὸ πέλαγος διελθών, καὶ τὰς τρικυμιας, τῶν δαιμόνων διεκφυγών, εἰς λιμένα ὥρμησας ἀβρόχως, τῆς ἀπαθείας Πάτερ Ὅσιε.
Θεοτοκίον
Λόγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπ' ἐσχάτων θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα πάσης κτίσεως.

ᾨδὴ γ’. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Ἦχος γ'
Σὺ εἶ τὸ στερέωμα
Ἔφλεξας τῷ ἄνθρακι, τῷ τῆς ἀσκήσεως Ἔνδοξε, τὴν τῶν παθῶν, ἄκανθαν καὶ θάλπεις, τῶν πιστῶν τὰ φρονήματα.

Ὅπλον τὴν ἐγκράτειαν, καὶ προσευχὴν ὥσπερ θώρακα, καθοπλισθείς, ἐχθρῶν ἀοράτων, ἐτροπώσω τὰς φάλαγγας.

Παρθενίας ἔρωτι, δαψιλευσάμενος Ὅσιε, καὶ ἀρετὰς τὰς πρὸς τὸν Δεσπότην, Ἱλαρίων κατώρθωσας.
Θεοτοκίον
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε

Θεῷ καθιέρωσας, τὴν σὴν παμμάκαρ ζωήν, γενόμενος ἄριστος ἱερουργὸς ἀληθῶς, Χριστοῦ ἱερώτατε· ὅθεν μετὰ μυρίους, τοὺς ἱδρῶτας καὶ πόνους, χαίρων εἰς τάς ἀΰλους, μετετέθης σκηνώσεις, καὶ νῦν ἀναπηγάζεις ἡμῖν ῥεῖθρα ἰάσεων.
Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

ᾨδὴ δ’. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

ᾨδὴ δ'
Εἰσακήκοα Κύριε
Φυτευθεὶς ἐν τοῖς ὕδασι, τοῖς τῆς ἐγκρατείας Πάτερ μακάριε, κλῆμα ὤφθης εὐθαλέστατον, εὐσεβείας βότρυν προβαλλόμενον.

Ὅλος ἔνθους γενόμενος, καὶ πνευματοφόρος ὅλος ἐγνώσθης Θεῷ, Ἱλαρίων παμμακάριστε· διὸ μέτ' Ἀγγέλων συγχορεύεις ἀεί.

Ἐν τῇ πέτρα τῆς πίστεως, ἔστησας τὰ βήματα τῆς καρδίας σου, καὶ ἀσάλευτος διέμεινας, προσβολὰς δαιμόνων μὴ πτοουμενος.
Θεοτοκίον
Χερουβὶμ ὑπερτέραν σε, καὶ τῶν Σεραφὶμ ὑμνοῦμεν Πανάχραντε· ὃν γὰρ τρέμουσιν ἐβάστασας, ἐν σαρκὶ Θεὸν ἡμῶν ταῖς ἀγκάλαις σου.

ᾨδὴ ε’ Ὁ Εἱρμός.
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.

ᾨδὴ ε'
Ὀρθρίζοντες βοῶμέν σοι
Τὸ ὄμμα τῆς καρδίας ἀκοίμητον, ἐν ταῖς θείαις ἐντολαῖς ἐτήρησας ἀκαταγνώστως, Ἀοίδιμε.

Εἰς ὄρος ἀρετῶν δι' ἀσκήσεως, θεοφόρε, πρακτικῆς ἀνέδραμες, πρὸς θεωρίας ἐπίβασιν.

Τὸν ἔλεον σκορπίσας τοῖς πένησιν, ἐκ καρδίας, Ἱλαρίων Ὅσιε, πλοῦτον οὐράνιον εἴληφας.
Θεοτοκίον
Τοῦ Λόγου Κιβωτὸν σε ἀνέδειξε, Θεοτόκε, ὁ τοῦ νόμου Κύριος, ἐν ᾗ ἀφράστως ἐσκήνωσεν.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
Τὸν νοητὸν Γολιάθ, κακίᾳ ὑπεραιρόμενον, ἀόπλῳ σου συμπλοκῇ, πιστῶς ἐσφενδόνισας, καὶ τούτου σπασάμενος, τὰ τῆς ἥττης ὅπλα, ὡς μεγάλαυχον ἀπέτεμες.

Τὸν μέγαν εἰς ἀρετήν, ἐζήλωσας Ἱλαρίωνα, καὶ τούτῳ πνευματικῶς, κατ' ἴχνος ἑπόμενος, ἐγκρατείας Ὅσιε, κορυφαῖος ὤφθης, καὶ τῆς ποίμνης ὑποτύπωσις.

Ἱδρῶσιν ἀσκητικοῖς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ὁλικῶς, καὶ τὸ πῦρ τῆς πίστεως, ἀνάψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.
Θεοτοκίον
Συνείληφας ἀληθῶς, τὸν Θεὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάμωμε τέτοκας, ὃν λιταῖς ἱλέωσαι, ὑπὲρ τῶν κυρίως, Θεοτόκον ἀνυμνούντων.

Κοντάκιον Ἦχος α'
Ὅταν ἔλθῃς ὁ Θεὸς

Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων.
Στίχοι
• Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων,
• Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ.
• Βῆ δ' ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
• Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος,
• Προϊστορῶν σοι τάσδε πέντε Παρθένους.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ ζ'
Οἱ ἐκ τῆς Ἰουδαίας
Ἐν τῇ χλόῃ τῆς ἄνω, βασιλείας τὴν ποίμνην Πάτερ ἐξέθρεψας, καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

Τῶν θαυμάτων τὴν αἴγλην, ἐφαπλώσας σκεδάζεις τὴν τῶν νοσούντων ἀχλύν, καὶ ῥώσεως ἀκτῖνας, παρέχεις καὶ ἡμέραν, εὐεξίας κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῇ ἄνω εἰσῆλθες, νυμφικῇ εὐωχίᾳ τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος, ἀξίαν τοῦ καλοῦντος, ἐκβοῶν Παμμακάριστε· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς Εὐλογητός εἶ.
Θεοτοκίον
Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Δεσπότην τῶν ὅλων ἐκυοφόρησας, καὶ τρέφεις ἐκ μαζῶν σου, τὸν πᾶσιν εὐκαιρίᾳ, ἑτοιμάζοντα τράπεζαν· ὃν ἐκτενῶς ἀγαθὴ ὑπὲρ ἡμῶν δυσώπει.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Ἑπταπλασίως κάμινον
Τοῖς τῶν δακρύων ῥεύμασι, τῶν παθῶν τὰ σκιρτήματα, καὶ τοὺς ἀκαθέκτους, λογισμοὺς κατέκλυσας, καὶ πέλαγος γέγονας, μακροθυμίας Ὅσιε, πρὸς γαλήνην ἄγων, ἱλαρὰν τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς καρτερὸν ἀδάμαντα, τῆς ἀσκήσεως ἔχοντες, τὰς σὰς παραινέσεις, Ἱλαρίων Ὅσιε, καρδίαν στομούμεθα, καὶ τῶν παθῶν τὰς φάλαγγας, τρέπομεν ὡς ἔθνη, καὶ πιστῶς ἐκβοῶμεν· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δι' ἐγκρατείας Ὅσιε, τῆς σαρκὸς τὴν εὐπάθειαν, ὑπωπιασμοῖς τε κατατήξας πάνσοφε, ἐπλήρωσας Πνεύματος, τὴν ψυχικὴν ἐνέργειαν, καὶ πρὸς ἀπαθείας, τρίβους ἔφθασας κράζων· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὸ τὴν σκέπην Δέσποινα, τῶν Ἁγίων πτερύγων σου, οἱ κεκακωμένοι, πάντες καταφεύγομεν, δεινοῖς ἁμαρτήμασι, καὶ πειρασμοῖς καὶ θλίψεσι· σὲ γὰρ προστασίαν, κεκτημένοι βοῶμεν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

ᾨδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς
Πηγὴν σε τῶν θαυμάτων ὡς ἀληθῶς, ὁ Χριστὸς ὦ Τρισμάκαρ ἀνέδειξε, τοὺς ἀλγεινούς, ῥύπους ἐκκαθαίρουσαν τῶν παθῶν, καὶ νοσημάτων ἔνδοξε, πόνους κατακλύζουσαν εὐχερῶς· διὸ καὶ ποταμὸν σε, ψυχικῶν καθαρσίων, καλοῦμεν πάντες παμμακάριστε.

Ἐξήνθησας ὡς φοίνιξ πνευματικός, ἐν τῷ οἴκῳ Θεοῦ παναοίδιμε, καρποφορῶν, πόνους ἐγκρατείας ὡς γλυκασμόν, ἐν ᾧ καρδίας ἥδυνας, Πάτερ τὰς τῆς ποίμνης σου λογικῶς· διὸ καὶ τῶν στεφάνων, τῆς οὐρανίου δόξης, ταύτην ἀξίωσον πρεσβείαις σου.

Τετέλεκας τὸν δρόμον ἀσκητικῶς, καὶ τὴν πίστιν θεόφρον ἐτήρησας, διπλοῦς τε νῦν, στέφανος ἐπλάκη σοι ἀληθῶς, ὃν κατὰ τὴν διάγνωσιν, τῶν βεβιωμένων παρὰ Θεοῦ, νομίμως ἀπολήψῃ, καὶ εἰς τὴν ἄνω λῆξιν, ἐναπολαύσεις σὺν Ἀγγέλων χοροῖς.
Θεοτοκίον
Σὲ ὅπλον ἐν κινδύνοις καὶ πειρασμοῖς, καὶ λιμένα καὶ τεῖχος ἐν θλίψεσι, καὶ θυρεόν, ἐν πολέμοις ἔχομεν νοητόν, καὶ μέγα ἱλαστήριον, ἐν δειναῖς πταισμάτων ἐπιδρομαῖς· διὸ σε Θεοτόκον, τιμῶμεν κατὰ χρέος, καὶ μεγαλύνομεν τὸν τόκον σου.

Καταβασίες

Ωδή α' Ήχος δ'

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β'

Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.

Θεοτοκίον
Ἄγγελος μὲν ἐκόμισε, τῇ Παρθένῳ τό, Χαῖρε, πρὸ σῆς Χριστὲ συλλήψεως, Ἄγγελος δὲ τὸν λίθον, ἐκύλισέ σου τοῦ τάφου· ἀντὶ λύπης ὁ μὲν γάρ, χαρᾶς ἀφράστου σύμβολα, ὁ δὲ ἀντὶ θανάτου, σὲ χορηγόν, τῆς ζωῆς κηρύττων καὶ μεγαλύνων, καὶ λέγων τὴν Ἀνάστασιν, Γυναιξὶ καὶ τοῖς Μύσταις.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Ὅτε προσηλώθης τῷ ξύλῳ τοῦ Σταυροῦ, τότε ἐνεκρώθη τὸ κράτος τοῦ ἐχθροῦ, ἡ κτίσις ἐσαλεύθη τῷ φόβῳ σου, καὶ ὁ ᾍδης ἐσκυλεύθη τῷ κράτει σου, τοὺς νεκρούς ἐκ τῶν τάφων ἀνέστησας, καὶ τῷ Λῃστῇ τὸν Παράδεισον ἤνοιξας, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Ὀδυρόμεναι μετὰ σπουδῆς, τὸ μνῆμά σου κατέλαβον αἱ τίμιαι Γυναῖκες, εὑροῦσαι δὲ τὸν τάφον ἀνεῳγμένον, καὶ μαθοῦσαι παρὰ τοῦ Ἀγγέλου, τὸ καινὸν καὶ παράδοξον θαῦμα, ἀπήγγειλαν τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Τὴν τῶν παθῶν θείαν μωλώπωσιν, σοῦ προσκυνοῦμεν, Χριστὲ ὁ Θεός, καὶ τὴν ἐν τῇ Σιὼν δεσποτικὴν ἱερουργίαν, τὴν ἐν τέλει τῶν αἰώνων θεοφανῶς γεγενημένην· τοὺς γὰρ ἐν σκότει καθεύδοντας, ὁ Ἥλιος ἐφώτισας τῆς δικαιοσύνης, πρὸς ἀνέσπερον χειραγωγῶν ἔλλαμψιν, Κύριε δόξα σοι.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Τὸ φιλοτάραχον γένος τῶν Ἰουδαίων ἐνωτίσασθε. Ποῦ εἰσιν οἱ Πιλάτῳ προσελθόντες; εἴπωσιν οἱ φυλάσσοντες στρατιῶται, ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ μετετέθη ὁ ταφείς; ποῦ ἐπράθη ὁ ἄπρατος; πῶς ἐσυλήθη ὁ θησαυρός; τὶ συκοφαντεῖτε τὴν ἔγερσιν τοῦ Σταυρωθέντος, παράνομοι Ἰουδαῖοι; Ἀνέστη ὁ ἐν νεκροῖς ἐλεύθερος, καὶ παρέχει τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα ΕΩΘΙΝΟΝ Β' Ἦχος β'
Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γὰρ φήσιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον.Ήχος α’.

Γένοιτο Κύριε το έλεός σου έφ ημάς.

Στίχ. Αγαλλιάσθε, δίκαιοι, έν Κυρίω.

Προς Ρωμαίους Επιστολής Παύλου το Ανάγνωσμα.

Άδελφοί, δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.

Ευαγγέλιον

Κυριακή Β΄ Ματθαίου (Ματθ. 4,18-23)

Τῷ καιρῷ ἐκείνω, περιπατῶν ὁ Ἰησοῦς 18. παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν• ἦσαν γὰρ ἁλιεῖς• 19. καὶ λέγει αὐτοῖς• δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20. οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22. οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. 23. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αἰνεῖτε»•

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

13-6-2010

† ΚΥΡΙΑΚΗ Γ΄ ΜΑΤΘΑΙΟΥ. ᾿Ακυλίνης μάρτυρος (†239). ῏Ηχος β΄• ἑωθινὸν γ΄.

Εἰς τὸν ἑσπερινόν.

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος β’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἠνοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Tὸν σωτήριον ὕμνον ᾄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες· ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὢν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος δ'
Ἔδωκας σημείωσιν
Νύμφην ἀδιάφθορον, καλλωπισθεῖσαν ἐν Πνεύματι, τῷ Ἁγίῳ γινώσκοντες, τελοῦμεν τὴν μνήμην σου, τὴν φωτεινοτάτην, Μάρτυς ἀθληφόρε, καὶ προσκυνοῦμεν εὐσεβῶς, τὴν τῶν λειψάνων ἁγίαν λάρνακα, τὴν ῥῶσιν ἀρυόμενοι, τὴν τῶν παθῶν ἡμῶν πάντοτε, Ἀκυλῖνα πανεύφημε, οἱ πιστῶς σε γεραίροντες.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ἔρωτι πανεύφημε, κεκρατημένη τοῦ Κτίστου σου, τὰ ἐκείνου παθήματα, σαρκὶ ἐξεικόνισας, πᾶσαν τρικυμίαν, πόνων ἐνεγκοῦσα, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, ἄπονον δόξαν καὶ στέφος φέρουσα, ἀμάραντον καὶ βλέπουσα, ἃ θεωροῦσι γηθόμενα, τῶν Ἀγγέλων τὰ τάγματα, Ἀκυλῖνα θεόπνευστε.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Προῖκα προσενήνοχας, τῶν σῶν μελῶν τὰ λακτίσματα, τῷ νυμφίῳ σου πάνσεμνε· διὸ τῶν θαλάμων σε, τῶν φωτεινοτάτων, αὐτὸς ἀξιώσας, καταλαμπρύνει τῷ φωτί, τῆς θείας δόξης ὁ ὑπερούσιος, ᾧ παρεστῶσα χαίρουσα, ὑπὲρ ὑμῶν καθικέτευε, τῶν πιστῶς ἐκτελούντων νῦν, Ἀκυλῖνα τὴν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος.
Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα Ἀναστάσιμα Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Δόξα και νύν

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα και νύν
Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα...

Ἀπολυτίκιον Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα
Ἀναστάσιμα
Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
Δόξα...
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἠμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος β'
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'
Εἰμὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν γ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος β'

Ὁ Εἱρμὸς
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

των Ἁγίων ὁ παρών.
Δέχου τὸν ὕμνον καλλίπαις Ἀκυλῖνα. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. δ'
Ἡ κεκομμένη

Δεδοξασμένη Χριστῷ τῷ νυμφίῳ σου, ἐν οὐρανοῖς ἀληθῶς, χαίρουσα παρίστασαι· διὸ σε ἐπὶ γῆς τοὺς εὐσεβῶς γεραίροντας, εὐχαῖς σου ἀντιδόξασον Σεμνή, καὶ σοῦ μετόχους ποίησον, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.

Εἰσεποιήσω τὴν χάριν τοῦ Πνεύματος, τὴν σὴν ψυχὴν καθαράν, Ἔνδοξε τελέσασα, καὶ στίγμασι σαρκὸς ὡραιοτάτη πέφηνας· διὸ σε ὁ νυμφίος τῶν ψυχῶν, ἁγνή, τελείως ἄμωμον, ὅλην χρηματίσασαν, ἡρμόσατο πανεύφημε.

Χειμῶνος πλάνης τῆς γῆς τὰ πληρώματα, πληροῦντος πάλαι δεινῶς, πλήρης οὖσα Πνεύματος, ὡς Μάρτυς ἀπλανὴς Κυρίου παντοκράτορος, ἐπέφθασας τὸ ἔαρ τῆς ζωῆς, καὶ νίκης ἦρας τρόπαιον, Ἀκυλῖνα ἔνδοξε, θεόφρον ἀξιάγαστε.
Θεοτοκίον
Ὁ τῷ ἀνάρχῳ Πατρὶ συννοούμενος, ὑπέδυ μήτραν τὴν σήν, ἄνθρωπος γενόμενος, καὶ ἔσωσεν ἡμᾶς, κακίᾳ ὑποκύψαντας, καὶ πλάνῃ δουλωθέντας τοῦ ἐχθροῦ, Μαρία Θεονύμφευτε· διὰ τοῦτο πίστει σε, καὶ πόθῳ μακαρίζομεν.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

ᾨδὴ γ'
Σὺ εἶ τὸ στερέωμα
Ὕφανας ἐν χάριτι, καταστολὴν φωτὸς ἔνδοξε, αἵματι σῷ, ταύτην Ἀκυλῖνα, ἱερῶς ἐπιχρώσασα.

Τέτρωσαι τῷ ἔρωτι, τῷ θεϊκῷ σαφῶς Πάνσεμνε· ὅθεν στερρῶς, τρώσεις τε καὶ πόνους, χαλεποὺς ἐκαρτέρησας.

Ὅλην σε ἡγίασεν, ὁ λυτρωτὴς σεμνὴ Κύριος, ὁλοσχερῶς, τοῦτον Ἀκυλῖνα, ἐκ ψυχῆς ἀγαπήσασα.
Θεοτοκίον
Νύμφην σε ἀνύμφευτον, καὶ καθαρὸν Ἁγνὴ σκήνωμα, τοῦ Ποιητοῦ, καὶ ἁγιωτέραν Χερουβὶμ ἐπιστάμεθα.
Ὁ Εἱρμὸς
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν

Ἀρετῶν πυρσευθεῖσα θείῳ φωτί, ἀθλητῶν ἐκοσμήθης πανευκλεῶς, σεμνὴ διαδήματι, καὶ ὡραία ἐν κάλλει, γεγονυῖα πίστει, τῷ πάντων δεσπόζοντι, ἐνυμφεύθης ὄντως, ἀμίαντος ἄφθορος· ὅθεν οὐρανίων, ἠξιώθης θαλάμων, καλῶς ἐναθλήσασα, καὶ τὸν δόλιον κτείνασα, Ἀκυλῖνα θεόσοφε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πίστει, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, Οἴμοι! Τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ'
Εἰσακήκοα Κύριε
Ὑπερήφανον δράκοντα, σὺ δι' ἀσθενείας σαρκὸς κατέβαλες, ἀριστεύσασα λαμπρότατα, καὶ τυράννων θράσος ἀφανίσασα.

Μαρτυρίου λαμπρότησι, καὶ τῆς παρθενίας θείοις ἐν κάλλεσιν, Ἀκυλῖνα ἐχρημάτισας, τοῦ Δεσπότου νύμφη περιδέξιος.

Νεκρωθὲν τὸ σαρκίον σου, ταῖς πολυειδέσι στρέβλαις θεόπνευστε, τὴν ζωὴν σοι προεξένησε, τὴν εἰς τοὺς αἰῶνας διαμένουσαν.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας τὸ πῦρ κατέσβεσαν, τῶν θαυμάτων δὲ τὰ ῥεύματα, τῶν βροτῶν ἐκπλύνει τὰ νοσήματα.
Θεοτοκίον
Νυσταγμῷ ἀμελείας με, ὕπνος ἁμαρτίας Κόρη κατέλαβε, τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν με πρὸς μετάνοιαν.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

ᾨδὴ ε'
Ὁ ἐκ νυκτὸς ἀγνοίας
Κυμαινομένης ὥσπερ, ἀγριαινούσης θαλάσσης τῆς πλάνης ποτέ, ὤφθης κυβερνωμένη, Μάρτυς Ἀκυλῖνα Χριστοῦ δεξιᾷ.

Ἀποσκοποῦσα Μάρτυς, πρὸς τὰ βραβεῖα ὑπέστης στερρότατα, σπαραγμοὺς τῶν μελῶν σου, καὶ τὸν βιαιότατον θάνατον.

Λαμπροφανὴς ὡράθης, τοῖς πολεμίοις αὐτοὺς καταπλήττουσα, τῷ ὡραίῳ σου κάλλει, καὶ τῷ τῆς ψυχῆς ἀναστήματι.
Θεοτοκίον
Λελυτρωμένοι πάντες, προγονικῆς καταδίκης τῷ τόκῳ σου· Χαῖρέ σοι προσφωνοῦμεν, Κεχαριτωμένη πανύμνητε.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

ᾨδὴ ς'
Τὸν Ἰωνᾶν ἐν τῷ κήτει
Ἰχνηλατεῖν τοῦ Χριστοῦ τὰ ἔνδοξα, ἐπόθησας παθήματα, Παρθένε καὶ ἀνδρειοφρόνως, ὑπέστης τοὺς αἰκισμούς, καὶ σπαραγμούς, τοῦ ἁγνοῦ σου σώματος.

Πολυειδεῖς πόνους ἐκαρτέρησας, πυρός τε κατεφρόνησας· παρθένε ὅθεν Ἀκυλῖνα, καὶ τὰς ὀδύνας ἡμῶν, διαπαντὸς κουφίζεις πρεσβείαις σου.

Ἀποσκοπῶν ἄνωθεν ἐθαύμασε, χορὸς Ἀγγέλων ἔνδοξε, Παρθένε τὴν ὑπομονήν σου, ὅπως ἀσάρκους ἐχθρούς, μετὰ σαρκὸς ἐνίκησας ἐν χάριτι.
Θεοτοκίον
Ἵνα Θεὸς ὁ ἄνθρωπος γένηται, Θεὸς ὡράθη ἀνθρώποις, Παρθένε ἐκ τῶν σῶν λαγόνων, ἀνερμηνεύτως τεχθείς, καὶ ὅπερ ἦν μείνας ἀναλλοίωτος.
Ὁ Εἱρμὸς
«Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον».

Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν

Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης.
Στίχοι
• Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε.
• Ἀκυλῖνα σοι τέμνεται Νύμφη νέα.
• Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀννης καὶ τοῦ υἱοῦ αὐτῆς, Ἰωάννου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

ᾨδὴ ζ'
Παῖδες Ἑβραίων
Σώματος πάσχοντος θεόφρον, οὐκ ἐφρόντισας σκοποῦσα τὰς ἐκεῖθεν, ἀντιδόσεις σαφῶς, καὶ δόξαν Ἀκυλῖνα, καὶ τοῦ Θεοῦ τερπνότητα, καὶ τὴν θείαν εὐφροσύνην.

Ἄσπιλον φέρουσα τὸ σῶμα, τὴν καρδίαν τε Κυρίῳ ἡνωμένην, πρὸ βημάτων Ἁγνή, δικαστικῶν παρέστης, ἀσυνετοῦντα τύραννον, διελέγχουσα θεόφρον.

Κόσμου ἠλλάξω φθειρομένου, ὑπερκόσμιον ζωὴν μὴ φθειρομένην, καὶ προσκαίρου τρυφῆς, τὴν μένουσαν Παρθένε, τοῦ σαρκικοῦ μνηστῆρός τε, τὸν ἀθάνατον νυμφίον.
Τριαδικὸν
Ὕμνοις τὴν θείαν Μοναρχίαν, τρισσουμένην μὲν προσώποις παραδόξως, τῇ δὲ φύσει ἁπλήν, ὑπάρχουσαν τιμῶμεν, ἀναβοῶντες· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

ᾨδὴ η'
Οἱ θεορρήμονες Παῖδες
Λελαμπρυσμένη τῷ φέγγει τῷ τῆς ἁγνείας, καὶ ταῖς βαφαῖς τῶν αἱμάτων, διηνθισμένη παρίστασαι, Ἀκυλῖνα παρθένε, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ἱερωτάτη θυσία προσηνέχθης, καὶ προσφορὰ λαμπροτάτη, καὶ ὡς εὐῶδες θυμίαμα, θεόφρον Ἀκυλῖνα, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Νόσους ἀνθρώπων θεραπεύει, καὶ ἀπελαύνει δαιμόνων, λώβην τὸ ἅγιον σῶμά σου, Ἀκυλῖνα ἐν τάφῳ, πανένδοξε κείμενον.
Θεοτοκίον
Ἀδιαφθόρως τὸν Λόγον ὑπὲρ λόγον, κατὰ φθορᾶς ἡμᾶς πάσης, ἀπολυτρούμενον τέτοκας· διὰ τοῦτο σε πάντες, Παρθένε δοξάζομεν.
Ὁ Εἱρμὸς
«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε Κυρίου, τὰ ἔργα τὸν Κύριον».

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

ᾨδὴ θ'
Κυρίως Θεοτόκον
Ἰκρίῳ προσπαγέντι, Σῶτερ ἡ Παρθένος, συνεσταυρώθη σοι γνώμῃ ἀθλήσασα, καὶ τὴν τοῦ δράκοντος κάραν, καταπατήσασα.

Ὡραῖόν σου τὸ κάλλος, καὶ ὑπερφερής σου, ἡ τῆς ψυχῆς ἀπεφάνθη εὐγένεια, θεοειδὴς Ἀκυλῖνα, ἀξιοθαύμαστε.

Συνοῦσα ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, καὶ τῶν Μαρτύρων τοῖς δήμοις πανεύφημε, ὑπὲρ ἡμῶν τὸν τῶν ὅλων Θεὸν ἱκέτευε.

Ἡ ἔνδοξός σου μνήμη, πάντας συγκαλεῖται, περιχαρῶς Ἀκυλῖνα ὑμνῆσαί σου, τοὺς εὐκλεεῖς Μάρτυς πόνους, καὶ τὰ παλαίσματα.
Θεοτοκίον
Φωνὴν σοι τοῦ Ἀγγέλου, Πάναγνε βοῶμεν· Χαῖρε ἀνθρώπων ἁπάντων διάσωσμα, καὶ πανενδόξων Μαρτύρων, θεῖον στεφάνωμα.
Ὁ Εἱρμὸς
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Θεοτοκίον
Ὁ ἀνατείλας Ἥλιος, ἐκ παστοῦ ὡς Νυμφίος, ἀπὸ τοῦ τάφου σήμερον, καὶ τὸν ᾍδην σκυλεύσας, καὶ θάνατον καταργήσας, σὲ Τεκούσης πρεσβείαις, φῶς ἡμῖν ἐξαπόστειλον, φῶς φωτίζον καρδίας, καὶ τὰς ψυχάς, φῶς βαδίζειν ἅπαντας ἐμβιβάζον, ἐν τρίβοις προσταγμάτων σου, καὶ ὁδοῖς τῆς εἰρήνης.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Ἐσταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τὶς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Δόξα ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον.Ήχος β’.

Ίσχύς μου και ύμνησίς μου ο Κύριος.

Στίχ. Παιδεύων επαίδευσέ με ό Κύριος..

Προς Ρωμαίους Επιστολής Παύλου το Ανάγνωσμα.

Άδελφοί, Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·

Ευαγγέλιον
Κυριακή Γ΄ Ματθαίου (Ματθ. 6,22-33)

Εἶπεν ὁ Κύριος• 22. ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός• ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται• 23. ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; 24. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν• ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. 25. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε• οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26. ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά• οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27. τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28. καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει• οὐ κοπιᾷ οὐδὲ νήθει• 29. λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31. μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32. πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ• οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αἰνεῖτε»

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

20-6-2010

† ΚΥΡΙΑΚΗ Δ΄.
Μεθοδίου ἱερομάρτυρος, ἐπισκόπου Πατάρων (†312). Νικολάου Καβάσιλα (ιδ΄ αἰ.). ῏Ηχος γ΄, ἑωθινὸν δ΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος γ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα Ἦχος γ'
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Οἱ ἀναξίως ἑστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες• Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν εχθρῶν σου Φιλάνθρωπε.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

τοῦ Μηναίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν

Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν, ἐν αὐτῇ· διὸ σε, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα· δι' ὧν τὸ πολυμήχανον, καὶ πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ Μεθόδιε, ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας πρὸς φῶς, Ἱεροφάντα νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Αἵμασιν ἐπέχρωσας, τὴν Ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε, μεθ' ἧς εἰς τὰ ἅγια, τῶν ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις τηλαυγῶς, τὴν τῆς Τριάδος θείαν λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ θεούμενος ἄριστα, Ἱεράρχα πανόλβιε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα Ἀναστάσιμα Ἦχος γ'
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν• Παντοδύναμε Κύριε δόξα σοι.

Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Δόξα και νύν

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...
Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε• ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν δ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός

Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς

«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

καὶ τοῦ Ἁγίου

Τῆς ἀρετῆς μέθοδόν με, πανόλβιε μύστα, δίδαξον.
Θεοφάνους.

ᾨδὴ α' Ἦχος βαρὺς
Νεύσει σου πρὸς γεώδη

Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε.

Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε.

Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι’ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας.

Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε.
Θεοτοκίον
Ῥύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν ἡμῖν τέτοκας, Παρθενομῆτορ ἄχραντε· ὅθεν σαφῶς σε εἰδότες, πρόξενον ζωῆς αἰωνίου δοξάζομεν.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾨδὴ γ'
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανοὺς
Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας θεόληπτε.

Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ πείρας, Ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν, ὑποδεικνύεις θεόφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα.

Ἡ τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς πιστούς, πρὸς μετουσίαν παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων.

Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμένουσαν ἀεί, συμφυομένην ἀρρεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι.
Θεοτοκίον
Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε κράζομεν ἀεί· χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα.
Ὁ Εἱρμὸς
«Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».

Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς

Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.

ᾨδὴ δ'
Ὁ πατρικοὺς κόλπους
Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες, μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε.

Θρόνον λαχὼν ἱεραρχικόν (ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο), τὴν ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σοῦ τὸ ποίμνιον.

Ὁ γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια.

Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς δεχόμενος, ἀναδέδειξαι Μεθόδιε· δι' εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς ἀπεστίλβωοας.

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς, Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην σου, τῆς οἰκονομίας σου, προσκυνοῦσαν τὰ θεῖα σύμβολα.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

ᾨδὴ ε'
Κύριε ὁ Θεός μου
Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα.

Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς ἱκεσίαις σου.

Ἔχων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε.

Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος, τῷ φωτί σου λάμπρυνον δέομαι.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.

ᾨδὴ ς'
Ναυτιῶν τῷ σάλῳ
Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοὶς δέ σου ὕπνον, Παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος.

Ὁλικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θεόφρον ἑνούμενος τῆς ἐνθέου, Ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης, πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε.

Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων κατάληψις θεορρῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σε ἔδειξε, τὴν αἱρετικὴν ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλύν διώκοντα.
Θεοτοκίον
Βασιλίδα πάντων, σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν ὑμνολογίαν, μετὰ τοῦ ἀγγέλου Γαβριὴλ σοι κράζομεν.
Ὁ Εἱρμὸς
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Κοντάκιον Ἦχος γ' Ἡ Παρθένος
‘Εξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
Στίχοι
• Μέθοδον Μεθόδιος βίου πρὸς βίον,
• Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
• Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον• Εὐλογητὸς εἶ κράζοντας• ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν• Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζ'
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς
Ἱερωμένος θεόφρον, καὶ Μαρτύρων τῆς ἀληθείας, φαιδρῶς ἐκλάμπων ἐν αἵματι, σὺν αὐτοῖς τῷ Δεσπότῃ μέλπεις ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἐστηριγμένος τῇ πίστει, τῶν εἰδώλων ἔσβεσας φλόγα, ῥοαῖς ἁγίων αἱμάτων σου, διὰ τῆς μαρτυρίας οὕτω κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Μεμυημένος τὰ θεῖα, θεωρίᾳ τῇ ἀνωτάτῃ, τὸν νοῦν πανσόφως ἐτράνωσας, τοῖς πιστῶς μελῳδοῦσι συνανακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὑμνολογίαις δοξάζει, τὸν σὸν τόκον πᾶσα κτίσις, Θεὸν Παρθένε γινώσκουσα, καὶ σεπτῶς προσκυνοῦσα τούτῳ κραυγάζει· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα• Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν• τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Τὸν μόνον ἄναρχον
Σὲ τὸν ἀόρατον, ὡς ὁρῶν ἐκαρτέρει, τοὺς τῶν τυράννων αἰκισμοὺς ὁ θεόφρων, καὶ στέφανον ἀνεδήσατο μέλπων· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.

Τὴν ἀδιάδοχον, τοῦ Χριστοῦ βασιλείαν, εἰλικρινῶς ἐπιποθῶν Ἱεράρχα, τὴν ταύτην σοι προξενοῦσαν ὁδεύεις τρίβον, κραυγάζων τῷ Χριστῷ· Λαὸς ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.

Ἀπειροπλάσιον, ὁ Χριστὸς σοι παρέσχε, τῶν σῶν καμάτων τὸν μισθὸν θεοφόρε, διάνοιαν ὑπερβαίνοντα πᾶσαν, ὑμνοῦντι εὐσεβῶς, αὐτοῦ τὴν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

Δογμάτων πέλαγος, καὶ πυξίον δογμάτων, καὶ θεωρίας ὑψηλὸν θησαυρὸν σε, γινώσκομεν καὶ αἰσθήσεως θρόνον, ὑμνοῦντες εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱκέτης Πάναγνε, σοὶ προσέρχομαι πίστει, τῇ συλλαβούσῃ τὸν τῶν ὅλων Δεσπότην, Νῦν σῶσόν με διωγμῶν καὶ κινδύνων, ὑμνοῦντα εὐσεβῶς, Θεὸν τὸν σαρκωθέντα, ἐκ σοῦ ἀνερμηνεύτως.

Ὁ Εἱρμὸς
«Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα• ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν• ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας• ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.

ᾨδὴ θ'
Μήτηρ Θεοῦ καὶ Παρθένος
Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ᾽ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας.

Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι.

Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον.

Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.
Θεοτοκίον
Νόμου καινοῦ κιβωτὸν καλοῦμέν σε, καὶ θεοχάρακτον πλάκα, ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ πλάνης, κεχαριτωμένη Θεοτόκε πανύμνητε.
Ὁ Εἱρμὸς
«Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσάν σε ἀεὶ μεγαλύνομεν».

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ'
Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.

Θεοτοκίον
Τὸ χαίρετε φθεγξάμενος, διημείψω τὴν λύπην, τῷν Προπατόρων Κύριε, τὴν χαρὰν ἀντεισάγων, ἐγέρσεώς σου ἐν κόσμῳ, ταύτης οὖν ζωοδότα, διὰ τῆς κυησάσης σε, φῶς φωτίζον καρδίας, φῶς οἰκτιρμῶν, τῷν σῶν ἐξαπόστειλον τοῦ βοᾶν σοι· Φιλάνθρωπε, Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος γ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε, εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι. Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν· Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Εἰς τὸ μνῆμα σὲ ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ· μὴ εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα· Οἴμοι! Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα· Τὶ κλαίεις, ὧ Γύναι; Κλαίω, φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα· ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν· ληστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων· ὁ μέτ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος, αὐτὸς γὰρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα ΕΩΘΙΝΟΝ Δ' Ἦχος δ'
Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί· ἀλλ' ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον.Ήχος γ’.

Ψάλατε τώ Θεώ ημών, ψάλατε.
Στίχ. Πάντα τα έθνη κροτήσατε χείρας.

Προς Ρωμαίους Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή Δ΄ (Ρωμ. 6,18-23)

Ἀδελφοί, 18. ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. 19. ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20. ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21. τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. 22. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ευαγγέλιον

Κυριακή Δ΄ Ματθαίου (Ματθ. 8,5-13)

Τῷ καιρῷ ἐκείνω, ἐλθόντι τῷ Ἰησοῦ 5. εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων• 6. Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7. καὶ λέγει αὐτῷ ὁἸησοῦς• ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8. καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη• Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς• ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 10. ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν• ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 11. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 12. οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον• ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13. καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ• ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
agiooros
Διαχειριστής
Διαχειριστής
Δημοσιεύσεις: 2752
Εγγραφή: Τρί Φεβ 08, 2005 6:00 am
Τοποθεσία: Νίκος@Εύβοια
Επικοινωνία:

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από agiooros »

Ο Θεός να τον αναπαύσει Χαράλαμπε.
Άβαταρ μέλους
smarti
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 5165
Εγγραφή: Κυρ Μαρ 09, 2008 6:00 am
Τοποθεσία: Σμαρώ@Κατερίνη, Σέρρες

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από smarti »

Καλόν Παράδεισο να έχει ο πατέρα σου Χαράλαμπε! Αιωνία του η μνήμη!!
Και κουράγιο σε σας εύχομαι.... :( :(
Θεοτόκε Παρθένε, χαίρε κεχαριτωμένη Μαρία ο Κύριος μετά Σου. Ευλογημένη Συ εν Γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου, ότι Σωτήρα έτεκες των ψυχών ημών.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

24-6-2010

† Πέμπτη.
Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως (†1765).

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος δ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὁ αὐτὸς
Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ τῆς στειρώσεως λύουσα μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὁ αὐτὸς
Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου περισσότερος· ἔδει γάρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ' ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν ἡμῶν δόξα σοι.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὁ αὐτὸς
Ἐπέφανε σήμερον ὁ μέγας Πρόδρομος, ἐξ ἀγόνων λαγόνων, τῆς Ἐλισάβετ προελθών, ὁ μείζων πάντων τῶν Προφητῶν Προφήτης, οὗ ἕτερος οὐκ ἔστιν, οὐδὲ ἐγήγερται· ὅτι τῷ Προδρόμῳ λύχνῳ, τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ τῆς ἐρήμου τὸ κάλλιστον θρέμμα, τῆς μετανοίας ὁ κήρυξ, ἡ κάθαρσις τῶν ἀμπλακημάτων, ὁ τοῖς ἐν ᾍδῃ εὐαγγελιζόμενος, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ὁ αὐτὸς
Προφήτης καὶ Πρόδρομος, ἀπὸ γαστρὸς ἀνεδείχθης τοῦ Χριστοῦ Ἰωάννη, σκιρτῶν καὶ ἀγαλλόμενος, ἐν τῇ νηδύϊ τῆς μητρός, ὁρῶν τὴν Βασιλίδα ἐλθοῦσαν πρὸς τήν δούλην, φέρουσαν τὸν ἄχρονον, καὶ ἐκ Πατρὸς ἀμήτορα, πρὸς σὲ τὸν ἐκ στείρας, καὶ τοῦ πρεσβύτου κατ' ἐπαγγελίαν ἀνατείλαντα. Αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ὁ αὐτὸς
Ὢ τοῦ παραδόξου θαύματος, ὁ τῷ λόγῳ τοῦ Ἀγγέλου μὴ πεισθείς, λέγοντος· Ὅτι συλλήψεται ἡ Ἐλισάβετ, καὶ τέξεται υἱόν, ὁ λέγων· Πῶς αὕτη τέξεται; ὅτι κἀγὼ προέβην, κἀκείνης τὰ μέλη νενέκρωται, ὁ καταδικασθεὶς σιωπᾶν διὰ τὴν ἀπιστίαν, σήμερον ὁρᾷ τικτόμενον το ἐπαγγελθέν, καὶ σιωπῆς λυθείς, εὐφροσύνην εἰσοικίζει. Εὐλογητὸς βοῶν Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ὁ αὐτὸς
Ἰωάννη πανεύφημε, καὶ οἰκουμενικὲ Ἀπόστολε, τὸ τοῦ Γαβριὴλ εὐαγγέλιον, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῆς ἐρήμου τὸ κάλλιστον θρέμμα, καὶ γνήσιε φίλε τοῦ νυμφίου Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἤμων.

Δόξα... Ἦχος πλ. β'
Τοῦ Βυζαντίου
Σήμερον τοῦ φωτὸς ὁ λύχνος, προοδοποιεῖται τὴν ἔλευσιν Θεοῦ τοῦ Λόγου ὡς ἀστὴρ φαεινός. Σήμερον Ζαχαρίας γλῶτταν ἐτράνωσε, σιωπὴν ἐξασκήσας, Ἀγγέλου προστάξαντος· ἔπρεπε γὰρ οὕτω, τὸν πατέρα τῆς φωνῆς, μὴ σιωπὴν φυλάττειν, προελθούσης ἐκ γαστρὸς στειρωτικῆς, καὶ παντὸς τοῦ κόσμου τὴν λύτρωσιν εὐαγγελιζομένης, ἐν παρρησίᾳ πολλῇ.

Καὶ νῦν...

Ὁ αὐτὸς
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον. Ὁ ἔχων τὸ μέγα ἔλεος, δόξα σοι.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας

Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α'
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 17,15-17,19 & 18,11-14 & 21,1-2,4-8)
Εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογησω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐγέλασε, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων. Εἰ τῷ ἑκατονταετεῖ γεννήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ. Ναί, Ἰδοὺ Σάρρα ἡ γυνὴ σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· Οὔπω μὲν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Τὶ ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα, μὴ ἀδυνατήσῃ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ ἐλάλησε, καὶ συλλαβοῦσα, ἔτεκε τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Περιέτεμε δὲ αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόη, καθὰ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Καὶ Ἀβραὰμ ἦν ἐτῶν ἑκατόν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάρρα· Γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι. Καὶ εἶπε. Τὶς ἀναγγελεῖ τῷ Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα, ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου; Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἀβραὰμ δοχήν μεγάλην, ᾗ ἡμέρα ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Κριτῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 13, 2-8, 13-14, 17-18, 21)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἀνὴρ ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα, καὶ οὐκ ἔτικτε. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρός τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ σὺ στεῖρα, καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. Καὶ νῦν φύλαξαι δή, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον. Ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι Ναζηραῖον τῷ Θεῷ ἔσται τὸ παιδάριον ἀπό τῆς γαστρός. Καὶ ἦλθεν ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις Ἀγγέλου τοῦ Θεοῦ, ἐπιφανὴς σφόδρα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ νῦν φύλαξαι, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Ναζηραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθη Μανωὲ τοῦ Κυρίου, καὶ εἶπεν· Ἐν ἐμοί, Κύριε, ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ φωτισάτω ἡμᾶς, τὶ ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἦλθε δὲ ὁ Ἄγγελος πρὸς Μανωὲ καὶ εἶπεν· Ἀπὸ πάντων ὧν εἶπον πρὸς τὴν γυναῖκά σου, φυλαξάσθω. Ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μὴ πιέτω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου. Τὶ ὄνομά σοι; ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε. Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος Κυρίου. Ἴνα τὶ ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτὸ ἐστι θαυμαστόν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωέ, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 40,1-5, 9 & 41,17-18 & 45,8 & 48,20-21 & 54,1)
Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ Ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμω. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὅρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχὺϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμούς, καὶ μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε, ὅτι ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι δι' ἐρήμου, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'
Σταλάξατε τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ὡς ἀρνία σκιρτήσατε, ὅτι ἐτέχθη ἐκ τῆς Ἐλισάβετ, ὁ μέλλων ἐφ' ἡμᾶς αὐλίζεσθαι, ὁ τοῦ Κυρίου Πρόδρομος, ὁ λύσας ἐν τῷ τίκτεσθαι, τοῦ πατρὸς τὴν ἀφωνίαν· διὸ καὶ ἡμεῖς βοῶμεν αὐτῷ· Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Ἡ θεοσήμαντος φωνή, τοῦ φωτὸς ὁ λύχνος, ὁ τοῦ Κυρίου Πρόδρομος, ὁ χριστομαρτύρητος πρῶτος τῶν Προφητῶν, τὰς ὑπὲρ τοῦ κόσμου πρεσβείας ποιούμενος, ἐξαιρέτως τὴν ποίμνην σου, ἱκέτευε τοῦ σῴζεσθαι ἄτρωτον.
Ὁ αὐτὸς
Κήρυξ γέγονας τοῦ ἀμνοῦ τοῦ Θεοῦ καὶ Λόγου, Ἰωάννη Προφῆτα καὶ Πρόδρομε. Προφητεύεις τὰ μέλλοντα, καὶ προλέγεις τοῖς πέρασιν. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ παρέχων τοῖς πᾶσι τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. α'
Ἀνδρέου Κρήτης
Τὸν ἐν Προφήταις ὅρον, καὶ ἀρχὴν Ἀποστόλων, τὸν ἐπίγειον ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον, τὴν φωνὴν τοῦ Λόγου, τὸν στρατιώτην καὶ Πρόδρομον Χριστοῦ, τόν ἐξ ἐπαγγελίας προσκιρτήσαντα, καὶ προκηρύξαντα πρὸ τόκου τὸν ἥλιον τῆς δικαιοσυνης, σήμερον ἡ Ἐλισάβετ τίκτει καὶ χαίρει, καὶ θαυμάζεται Ζαχαρίας παρὰ τῆς γερουσίας, τὴν σιωπὴν ὡς κλοιὸν ὑποθέμενος, καὶ ὡς γεννήτωρ τῆς φωνῆς προφητεύει σαφέστατα· Σὺ γάρ, παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ, καὶ προπορεύσῃ ὁδούς ἑτοιμάσαι αὐτῷ. Διὸ Ἄγγελε, Προφῆτα, Ἀπόστολε, Στρατιῶτα, Πρόδρομε, Βαπτιστά, καὶ Κήρυξ τῆς μετανοίας, καὶ ὁδηγὲ τοῦ φωτός, ὡς φωνὴ τοῦ Λόγου, ἀπαύστως πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος β'
Τὸν ἐκ Προφήτου Προφήτην, καὶ τῆς στείρας τὸ βλάστημα, τὸν ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, τὸν τῆς ἐρήμου πολίτην, Ἰωάννην τὸν ἔνδοξον, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, βοῶντες πρὸς αὐτόν· Βαπτιστὰ τοῦ Σωτῆρος καὶ Πρόδρομε, ὡς ἔχων παρρησίαν, ἐν τῇ σεπτῇ σου γεννήσει, δυσώπησον Χριστόν, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ.

Ἤλθεν ἡ φωνὴ τῆς χάριτος τοῦ Λόγου, ὁ τοῦ ἡλίου κήρυξ, γεννηθεὶς σήμερον, ἐκ στείρας τῆς ἀγόνου ἐξ ἐπαγγελίας, Ἰωάννης ὁ Πρόδρομος, λαοὶ ἀγαλλιᾶσθε. Ἦλθεν εὐτρεπίσαι τὴν ὁδὸν ἡμῖν τῆς σωτηρίας· ὃν καὶ σκιρτήσας προσεκύνησεν, ἐν τῇ νηδύϊ ὄντα τῆς μητρός, τὸν ἀμνὸν τὸν αἴροντα, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ.

Ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς, καὶ τῆς προφητείας δεξάμενος τὸ πλήρωμα, σήμερον ἐκ στείρας γεγέννηται, τοῦ Κυρίου τὴν ἔλευσιν κηρύττων τρανῶς· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Δόξα... Ἦχος πλ. δ'
Κασσίας Μοναχῆς
Ἡσαΐου νῦν τοῦ Προφήτου ἡ φωνή, σήμερον ἐν τῇ τοῦ μείζονος Προφητῶν κυήσει Ἰωάννου πεπλήρωται. Ἰδοὺ γὰρ φησιν ἀποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου. Οὗτος οὖν ὁ τοῦ ἐπουρανίου Βασιλέως στρατιώτης προδραμών, ὡς ἀληθῶς εὐθείας ἐποίει, τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν, ἄνθρωπος μέν τῇ φύσει, Ἄγγελος δὲ τὸν βίον ὑπάρχων· ἁγνείαν γὰρ παντελῆ, καὶ σωφροσύνην ἀσπασάμενος, εἶχε μὲν τὸ κατὰ φύσιν, ἔφυγε δὲ τὸ παρὰ φύσιν, ὑπὲρ φύσιν ἀγωνισάμενος· Αὐτὸν ἅπαντες πιστοί, ἐν ἀρεταῖς μιμούμενοι, πρεσβεύειν ὑπὲρ ἡμῶν δυσωπήσωμεν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Ὁ αὐτὸς
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην· Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ Βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν Λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρύξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Δόξα... Καὶ νῦν...
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Δόξα... Καὶ νῦν...
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Νῦν ἐβλάστησεν ἡμῖν, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ κρηπίς· ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ Μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ· Πνευματικοῖς οὖν ᾄσμασι, συμφώνως τῷ Βαπτιστῇ ἐκβοήσωμεν· Προφῆτα Κήρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή, παραδόξως ἐτέχθης ὡς ἀληθῶς, Ἰωάννη πανεύφημε, τῶν Προφητῶν τὸ κεφάλαιον, καὶ ὡς φωνὴ τοῦ Λόγου, ὑπάρχων ἐκραύγαζες· Μετανοεῖτε, ἤγγικεν, οὐρανῶν τὸ Βασίλειον· ὅθεν ἑτοιμάσας, τὴν ὁδὸν τοῦ Κυρίου, τῆς χάριτος Πρόδρομος, ἀνεδείχθης τοῖς πέρασι, Βαπτιστὰ καὶ Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω ὁ πατήρ, μήτηρ εὐφραίνου, ὅτι Προφήτην ἐπὶ γῆς, ἔτεκες σήμερον, τὸν θεόκλητον Πρόδρομον ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὸν Βαπτιστήν, καὶ χαίρει ὁ Ζαχαρίας τῷ τοκετῷ, λέγων· Γλῶσσά μου λέλυται, τῇ σῇ προόδῳ ἐν γῇ, Λύχνε τοῦ μεγάλου φωτός. Ὄντως θαῦμα παράδοξον!
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον Α'
• Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
• Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'
Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ.

Πᾶσα πνοὴ

Ή Τάξις τού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Λουκᾶν... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τοῦ σοῦ Προδρόμου..., πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Στιχηρὸν Ἦχος β'
Ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς, καὶ τῆς προφητείας δεξάμενος τὸ πλήρωμα, σήμερον ἐκ στείρας γεγέννηται, τοῦ Κυρίου τὴν ἔλευσιν κηρύττων τρανῶς· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Τῷ Προδρόμου γέγηθα νῦν Γενεθλίῳ.

ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα».

Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος.

Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.

Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.
Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Ἕτερος. Κανών. Ἦχος ὁ αὐτός, οὗ ἡ Ἀκροστιχίς.

Κοινῆς χαρὰς Πρόδρομον εὐφημῶ πόθῳ.
Ἐν δὲ τοῖς Θεοτοκίοις.
Γεωργίου.

ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
Κοσμεῖται τὴν χάριν νῦν, ἡ Ἐκκλησία τοῦ Πνεύματος, καὶ καταφαιδρύνεται καὶ ὡραΐζεται, τὴν γενέθλιον, ἡμέραν τοῦ Προδρόμου, εὐφροσύνως ἄγουσα, καὶ ἀναμέλπουσα.

Ὁ Κήρυξ τῆς χάριτος, καὶ ἑωσφόρου φαιδρότερος, τῆς δόξης τὸν Ἥλιον, μηνύει σήμερον, καὶ τὴν ἔλλαμψιν, αὐτοῦ νῦν προκηρύττει, ἐν πᾶσι τοῖς πέρασιν, αὐγάζειν μέλλουσαν.

Νὺξ τῆς ἀθεότητος, ἐν τῇ γεννήσει σου Πρόδρομε, ἐκ γῆς ἀπελαύνεται, καὶ αἱ τῆς χάριτος, ἐν τοῖς πέρασιν, ἀκτῖνες ἐφαπλοῦνται· σὺ γὰρ τὸν ἀνέσπερον, μηνύεις ἥλιον.
Θεοτοκίον
Γνῶσιν τῆς συλλήψεως, τῆς σῆς δεικνύει ἡ κύησις, τῆς στείρας Πανάχραντε, προκαταγγέλλουσα, καὶ μηνύουσα, τὸν ἄσπορόν σου τόκον· καρπὸν ἐξ ἀκάρπου γάρ, νηδύος

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».

Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ' οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ στείρας μητρός· εἰκότως προτρέχει γάρ, θαῦμα τοῦ θαύματος.

Ῥυσσὴ καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.
Θεοτοκίον
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Ἕτερος

Τοὺς σοὺς ὑμνολόγους
Ἦχος τῆς ἐκ στείρας σου προόδου, δεσμὰ διαλύσας πατρικῆς, φωνῆς κηρύττει Ἔνδοξε, λαμπρῶς τῆς ὑπὲρ ἔννοιαν, Χριστοῦ συγκαταβάσεως, τὰ θεῖα νῦν προμηνύματα.

Στείρας ἐξ ἀκάρπου ἐκβλαστήσας, ὁ τῆς εὐκαρπίας μηνυτής, τῆς ἐν Χριστῷ ἐξέτεμε, τὴν ἄγονον καὶ ἄκαρπον, ἀξίνῃ τοῦ κηρύγματος, ἀγνωμοσύνην Ἰουδαίων λαοῦ.

Χάριτος τῆς νέας αἱ ἀκτῖνες, ἐξέλαμψαν σήμερον φαιδρῶς, τῇ σῇ γεννήσει Πρόδρομε, καὶ παλαιὰ αἰνίγματα, καὶ οἱ σκιώδεις γράμματος, μεταχωρεῖν τύποι ἀπήρξαντο.
Θεοτοκίον
Ἔλυσεν ὁ τόκος σου Παρθένε, δεσμὰ καταδίκης τῶν βροτῶν, καὶ ἑαυτῷ συνέδησεν, ἡμᾶς διὰ τῆς χάριτος, ἐπευλογήσας ἅπαντας, τοὺς Θεοτόκον σε γεραίροντας.

Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ὥσπερ ἥλιος φαιδρός, τῆς Ἐλισάβετ ἐκ γαστρός, ἐξανέτειλεν ἡμῖν, τοῦ Ζαχαρίου ὁ υἱός, καὶ τοῦ Πατρὸς διαλύει τὴν ἀφωνίαν, καὶ πᾶσι τοῖς λαοῖς, ἐν παρρησίᾳ πολλῇ· Εὐθύνατε βοᾷ, τὰς τοῦ Κυρίου ὁδούς· καὶ γὰρ αὐτὸς ἐλεύσεται καὶ σώσει, τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας, ὃν προκηρύξας ὦ Ἰωάννη, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται, σύμπασαν, ὁ τρέφων πνοὴν ἀφάτῳ χρηστότητι! καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

Μυστηρίων ἀπορρήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ, τῆς θεσμοθεσίας τῆς φύσεως, τῆς ἀρρωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν, ταύτης Χριστὲ καὶ τὴν θέωσιν.

Ὁ Ἡσαΐας πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ, Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον· Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου, προκραυγάζοντα· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὑπηρετῆσαι ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι· εἰς αὐτὸ γὰρ ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν, ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται, παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.
Θεοτοκίον
Ἡ Ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὐ διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

Ἕτερος

Τὴν ἀνεξιχνίαστον
Ῥεῖθρα ἑτοιμάζουσιν οἱ ποταμοί, καὶ ὁ Ἰορδάνης τὰ νάματα, προευτρεπίζει, τῷ Δεσπότῃ ἑαυτοῦ, τὸν Βαπτιστὴν θεώμενος, τοῦτον νῦν ἐκ στείρας τικτόμενον.

Αἱ τῆς ἀγαθότητος τοῦ Ποιητοῦ, δωρεαὶ προκύπτουσιν ἄνωθεν, τοῦ ἑωσφόρου, διανίσχοντος ἐν γῆ, καὶ τὴν αὐτοῦ ἐπίλαμψιν, καὶ ἐπιδημίαν κηρύττοντος.

Σάλπιγξ μεγαλόφωνος ἐπὶ τῆς γῆς, σήμερον ἐκ στείρας προέρχεται ὁ Ἰωάννης, καὶ μηνύει τοῖς βροτοῖς, τὸν Βασιλέα Κύριον, ἐξ ἁγνῆς ἀφράστως τικτόμενον.
Θεοτοκίον
Ὡς οὖσαν ἐκπλήρωμα τῶν ἐν σκιᾷ, τύπων καὶ συμβόλων Πανάχραντε, πάντες Προφῆται, σὲ ἀνύμνησαν φωναῖς, προμηνυούσαις ἅπασι τὰ σὰ μεγαλεῖα καὶ θαύματα.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς Θεότητος».

Γῆ ἐξανέτειλε, παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν, γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ' ἡμᾶς, διακύπτουσαν ὕλῃ σώματος.

Ἔθετο Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.

Γήθεται ἅπασα, κτίσις τῷ σῶ τόκῳ θεϊκῶς· σὺ γὰρ ἐπίγειος, ἄγγελος Πρόδρομε, καὶ οὐράνιος βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων ἡμῖν σαρκούμενον.
Θεοτοκίον
Σοῦ τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές σε, καὶ πύλην ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Ἕτερος

Ἐξέστη τὰ σύμπαντα
Ῥώννυται ἡ πρότερον, φύσις ἐξασθενήσασα, πρὸς τὴν τῶν καλῶν καρπογονίαν, ἐκ τῆς ἀκάρπου μήτρας τεχθέντος σου, καὶ βροτοῖς, κηρύττεται ζωή, ἐν τῇ ἀποτέξει σου, παναοίδιμε Πρόδρομε.

Ὁ λύχνος ὁ ἄσβεστος, ἐκ στείρας προερχόμενος, μηνύει τὸν ἥλιον τῆς δόξης, ἐκ τῆς Παρθένου ἐξανατέλλοντα, πάντας τοὺς ἀνθρώπους τῷ φωτί, τῆς συγκαταβάσεως, καταυγάζοντα χάριτι.

Δεσμοῦνται πολύφθογγοι, γλῶσσαι τῆς ἀθεότητος, καὶ χείλη πλατύνονται εἰς δόξαν, τῆς παρουσίας τοῦ τῶν ἁπάντων Θεοῦ, τοῦ Προδρόμου ταύτην ἐν τῇ γῇ, σήμερον μηνύοντος, καὶ τρανῶς προκηρύττοντος.
Θεοτοκίον
Ῥήμασι τὴν δόξαν σου, ἡ Ἐλισάβετ Ἄχραντε, τοῖς προφητικοῖς δοξολογοῦσα, τὰ μεγαλεῖα τοῦ θείου τόκου σου, χαίρουσα ἐκήρυττε τρανῶς· σὺ ὑπάρχεις πάντων γάρ, εὐφροσύνη καὶ καύχημα.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος».

Θεὸν Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ ταύτης χρησάμενος γλώττῃ, θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς ἀπρόσιτον.

Ἀσιγήτως ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν διαλῦσαι στείρωσιν, τῶν ὑμνούντων σου τὴν γέννησιν.
Θεοτοκίον
Ἀστέκτου Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.

Ἕτερος

Τὴν θείαν ταύτην
Ῥομφαίαν Πρόδρομε δίστομον, τὴν γέννησιν τὴν σὴν ὁ πολέμιος, ἐχθρὸς ἐδέξατο· σὺ γὰρ τὴν τούτου ἀναίρεσιν, καὶ τὴν ἀνθρώπων ζώωσιν ἀνεκήρυξας.

Ὁ θεῖος πλοῦτος διέκυψεν, ἐξ ὕψους θεϊκοῦ εἰς τὰ σύμπαντα, τῆς τῶν βροτῶν ἐμφανῶς, υἱοθεσίας καὶ χάριτος, τοῦ ταύτης τικτομένου σήμερον κήρυκος.

Μύρα εὐώδη ἡ ἔρημος, ἐκβλύζει νοητῶς τὰ μηνύματα, ἐν τῇ γεννήσει σου, τῇ ἐκ τῆς στείρας Πανεύφημε, τοῦ ἀκενώτου μύρου εἰσδεχομένη Χριστοῦ.
Θεοτοκίον
Γνωρίσας μόνην σε Δέσποινα, Μητέρα τοῦ Θεοῦ προεσκίρτησεν, ὁ θεῖος Πρόδρομος, ἐν τῇ μητρῴᾳ νηδύϊ Ἁγνή, καὶ τὰ σὰ μεγαλεῖα προανεκήρυξε.

Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος
Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.
Ὁ Οἶκος
Εὐφημήσωμεν νῦν τὸν τοῦ Κυρίου Πρόδρομον, ὃν περ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ μήτρας ἀκάρπου, ἀλλ' οὐχὶ ἀσπόρου· Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην στεῖρα ἐγέννησεν, ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει Πατρὸς καὶ Πνεύματος θείου, Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

Συναξάριον
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
• Ζαχαρία, χόρευε σὺν τῇ συζύγῳ
• Οὐ πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα.
• Πρόδρομον ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ.

Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Ὑπῆρχε τὸ πρὶν ἐσκοτισμένη, ἅπασα τῶν γηγενῶν, ἡ φύσις ὦ Πρόδρομε, ἀλλ' ὄρθρος βοῶν ἀνεφάνης· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νοσοῦσαν ἰάσατο τὴν φύσιν, ἅπασαν ἡ εὐκλεής, ἐκ στείρας σου γέννησις, διδάξασα Πρόδρομε μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Γεγέννησαι Πρόδρομε ἐκ στείρας· ἦλθε γὰρ παναληθῶς, τοῦ νόμου στειρεύοντος, ἡ χάρις Χριστῷ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε ἁγνὴ εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἱκετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν· Δέσποινα μὴ παρίδῃς τοὺς δούλους σου.

Ἕτερος

Οὐκ ἐλάτρευσαν τῇ κτίσει
Ὁ ποιῶν πάντα τῷ Πνεύματι ὡς Κύριος, καὶ Ποιητὴς τοῦ παντός, ἐκ στειρευούσης καρπόν, παρήγαγε σήμερον, μητρὸς τὸν Πρόδρομον, προμηνύοντα, καρποφορεῖν τήν ἄκαρπον, τῶν βροτῶν φύσιν τὰ θεῖα.

Νεκρωθεῖσαν τὴν μητρῴαν ὡς ἐζώωσε, μήτραν τῷ τόκῳ σου, ὁ ζωοδότης Χριστός, διὰ τοῦ κηρύγματος τοῦ σοῦ ἀνέστησε, καὶ ἀνέρρωσε, νενεκρωμένας Πρόδρομε, τῶν βροτῶν τὰς προσδοκίας.

Ὑπὲρ ἥλιον ἡ ἔρημος φωστῆρά σε, θεῖον Πανεύφημε, εἰσδεχομένη τερπνῶς, διὰ σοῦ φαιδρύνεται καὶ ὡραΐζεται, καὶ σὺν ἅπασιν, ὑμνολογεῖ τὸν Κύριον, καὶ Θεόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδεῖν ἄχραντε τὴν δόξαν σου οἱ Δίκαιοι, πάλαι ἐζήτησαν, ἣν καθορῶμεν ἡμεῖς, καὶ πιστῶς γεραίρομέν σε καὶ κραυγάζομεν· Ὑπερένδοξε, εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Εὐεργέτα Χριστὲ Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Νομοθέτης οἰκέτης ὑπῆρχε Μωσῆς, Ἰησοῦς δὲ Θεὸς Διαθήκης Καινῆς· νῦν δὲ ἀμφοῖν ὁ Πρόδρομος, μελῳδεῖ ὡς μεσίτης· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἐξ ἐρήμου γαστρὸς τρυγὼν πάρεστιν, ἣν θεόφυτον νῦν ἄλσος ἤγαγε, τῇ Ἐκκλησίᾳ Πρόδρομος, τοῦ Χριστοῦ καὶ ἐπᾴδει· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοφόρος λαὸς ἔθνος ἅγιον, τὴν τρυγόνα Χριστοῦ ἐκμιμήσασθε, καὶ μελιρρύτως ᾄσατε, σωφροσύνῃ συζῶντες· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν Ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾧ καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Ἕτερος

Παῖδας εὐαγεῖς
Φίλος καὶ Ἀπόστολος τοῦ Κτίστου καὶ κήρυξ καὶ Βαπτιστὴς καὶ θεῖος Πρόδρομος, μάρτυς καὶ διδάσκαλος, μεσίτης καὶ ἄγγελος, καὶ λειτουργὸς καὶ πρεσβευτὴς ἡμῶν πανεύφημε, ὑπάρχων, ἐκ τῆς στείρας προῆλθες, ταῦτα προμηνύων, ἐν λόγοις τε καὶ ἔργοις.

Ἤνοικται ταμεῖα τῶν χαρίτων, τῆς Νέας τε Διαθήκης Χριστοῦ Πρόδρομε, καὶ θυσιῶν ἔθιμα, ἐν τῇ ἀποτέξει σου, τῶν παλαιῶν ἐκλείσθησαν καὶ ἀπεπαύθησαν· ὁ νέος δὲ λαὸς ἀναμέλπει, καὶ ὑπερυψοῖ τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς ἄνθη τερπνὰ τοῦ θείου λόγου, συμπλέξαντες ἐγκωμίων σοι τὸν στέφανον, σήμερον προσάγομεν, Πρόδρομε πανεύφημε, καὶ εὐχαρίστως κράζομεν τῷ στεφοδότη Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ πρώην δεσμὸς τῆς ἀφωνίας, ἐλύθη Παρθένε τῇ κυήσει σου, καὶ χείλη ἠνοίγησαν, εἰς αἶνον τοῦ τόκου σου, αὐτίκα τῶν ποθούντων σε, καὶ ἐκβοώντων αὐτῷ· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται, ἐμφανῶς Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι' εὐσπλαγχνίαν· διὸ σε ὡς Θεοτόκον μεγαλύνομεν».

Ἰδοὺ φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ πειθαρχοῦντες μεγαλύνομεν.

Ὡς πάλαι ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν πταισμάτων λύσιν αἴτησαι.
Θεοτοκίον
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι τὰ νίκης τρόπαια, τὸν δυσμενῆ τιθεῖσα ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.

Ἕτερος

Ἅπας γηγενὴς
Πύλαι τοῦ φωτός, τοῦ θείου ἀνοίγεσθαι, σήμερον ἄρχονται, καὶ ἐναποκλείεσθαι, ταμεῖα σκότους προκαταγγέλλεται· ὁ κήρυξ γὰρ καὶ Πρόδρομος Χριστοῦ εἰς φῶς προελθών, τὸ τοῦ βίου, ταῦτα ἀνεκήρυξε, καὶ πατρῴᾳ φωνῇ ἐβεβαίωσεν.

Ὄμβρος νοητός, ἀνίκμου νεφέλης δέ, ῥαγεὶς ὁ Πρόδρομος, ῥεῖθρον τὸ οὐράνιον, τοῦ τῆς εἰρήνης πᾶσιν ἐκήρυξε, ποταμοῦ παραγίνεσθαι εἰς ἀνακαίνισιν, τῆς ἀνθρώπων, φύσεως ἐν Πνεύματι, τοὺς καρποὺς πληθυνούσης τῆς χάριτος.

Ὥσπερ οὐρανός, ἄστροις καταυγάζεται καὶ ὡραΐζεται, τοῦ Προδρόμου σήμερον, ἡ Ἐκκλησία ταῖς θείαις χάρισι, καὶ εὐφημεῖ τὴν γέννησιν αὐτοῦ δοξάζουσα, καὶ αἰνοῦσα, τὸν τῶν ὅλων Κύριον, δωρεῶν τῶν κρειττόνων ὡς πρόξενον.
Θεοτοκίον
Ὕδωρ τῆς ζωῆς, ἐκ σοῦ Θεονύμφευτε βλύσαν ὁ Κύριος, ἔπλυνεν ἡγίασεν, ἡμᾶς τοὺς πίστει εἰσδεξαμένους αὐτόν, καὶ κληρονόμους ἔδειξε τῆς βασιλείας αὐτοῦ, ἀνυμνοῦντας, τὴν αὐτοῦ χρηστότητα, καὶ σὲ πόθῳ θερμῶς μεγαλύνοντας.

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν Γενέθλιον, τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν· διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει.
Θεοτοκίον
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθωμολόγησαν, Θεὸν τῶν ὅλων πάναγνε, μεθ' ὧν σε μεγαλύνομεν, οἱ διὰ σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος γ'
1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! ἐκ γηραλέας μητρός, Θεοῦ Λόγου προάγγελος, Ἰωάννης σήμερον, προελθεῖν κατεπείγεται, τὴν δεσμευθεῖσαν γλῶσσαν τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προμηθείας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν τε ὑπέρτερος, μητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκλημα, ὁ ἐν πνεύματι, καὶ δυνάμει ἐλθὼν Ἠλιού, ὁδὸν Κυρίου ἑτοιμαζόμενος. Ὢ τῆς ἀφράστου σου, εὐσπλαγχνίας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ὢ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ, πρὸς ἀνθρώπους τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ· Καὶ τῇ τεκούσῃ λύει τὴν στείρωσιν, δυνάμει θείᾳ καὶ Ζαχαρίου φωνήν· ὢ τῶν μεγάλων σου, θαυμασίων Δέσποτα! δι' ὧν Χριστέ, σῶσον τοὺς τιμῶντάς σου, τὸν μέγαν Πρόδρομον.

4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, ὁ Προφήτης καὶ Πρόδρομος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας Χριστοῦ προάγγελος, ὁ προσκιρτήσας ἐν τῇ νηδύϊ μητρός. Ὢ τῶν μεγίστων σου, δωρεῶν φιλάνθρωπε! δι' ὧν Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς παντοδύναμος.

Δόξα... Ἦχος πλ. β'
Ἀνατολίου
Ἀστὴρ ἀστέρων Πρόδρομος, στειρωτικῆς ἐκ νηδύος, ἐπὶ γῆς τίκτεται σήμερον, Ἰωάννης ὁ θεοπόθητος, καὶ Χριστοῦ ἐπιφαίνει τὴν αὐγὴν ἀνατολὴν τὴν ἐξ ὕψους, εἰς εὐθεῖαν πιστοῖς διάβασιν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος γ’.

Ψάλατε τώ Θεώ ημών, ψάλατε.
Στίχ. Πάντα τα έθνη κροτήσατε χείρας.

Προς Ρωμαίους Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή της Τυρινής (Ρωμ. 13,11-14,4)
Ἀδελφοί, 11. νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13. ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ• 14. ἀλλ' ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. 1. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2. ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3. ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω• ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει• σταθήσεται δέ• δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

Ευαγγέλιον

Εὐαγγέλιον ὁμοίως, ᾿Ιουν. 24, «᾿Επειδή περ πολλοὶ ἐπεχείρησαν» (Λκ. α΄ 1-25, 57-68, 76, 80)

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»•

«Εις μνημόσυνον».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”