Το τυπικόν της Κυριακής

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
27-6-2010

† ΚΥΡΙΑΚΗ Ε΄ ΜΑΤΘΑΙΟΥ. Σαμψὼν ὁσίου τοῦ ξενοδόχου (†530).
῏Ηχος δ΄, ἑωθινὸν ε΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος δ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα τῆς Ἠχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες· Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀΐδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ᾅδου κάθοδος, φοβερὰ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

τοῦ Μηναίου
Ἦχος α'
Πανεύφημοι μάρτυρες
Πάτερ πανεύφημε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθαιρόμενος, ἀπαύστοις πρὸς τὸ θεῖον συννεύσεσι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Πάτερ θεόσοφε Σαμψών, ἀσκηταῖς ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ὅπου πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Πάτερ θεόπνευστε Σαμψών, φωστὴρ ἐχρημάτισας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπευλαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν

Θεοτοκίον Ἦχος δ'
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα Ἀναστάσιμα
Ἦχος δ'
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Τὰ κατ’ Ἀλφάβητον.
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄ Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Δόξα και νύν
Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος δ'
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Δόξα...

Καὶ νῦν...

Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ σε Σαμψὼν πίστεως θείοις λόγοις, Ἰωσήφ.

ᾨδὴ α' Ἦχος β'
Δεῦτε λαοὶ

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ὕμνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου Μακαριώτατε.

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Μόνα ποθῶν, τὰ πρὸς ζωὴν ὁδηγοῦντά σε, κόσμου τερπνὰ παρέδραμες, καὶ ὑπερκόσμιον, κληρουχίαν ἐκτήσω· διὸ σε συνελθόντες Σαμψὼν γεραίρομεν.

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Νόμῳ Θεοῦ, ὑποκλιθείς, Ἀξιάγαστε, πρὸς ἀρετῆς ἀκρώρειαν, χαίρων ἀνέδραμες, ἐλεήμων ἐν πᾶσι, γενόμενος· διὸ σε νῦν μακαρίζομεν.

Ὤφθης πτωχῶν, συμπαθεστάτη βοήθεια, καὶ ἀσθενούντων Ὅσιε, ἰατρὸς ἄριστος, καὶ καταπονουμένων ἀντίληψις· διὸ σε Θεὸς ἐδόξασε.
Θεοτοκίον
Σὲ τοῦ Θεοῦ, τὴν ὑπὲρ λόγον λοχεύτριαν, ὡς κραταιὰν ἀντίληψιν, πάντων Πανάμωμε, τῶν καταπονουμένων, δοξάζομεν ἀπαύστως καὶ μακαρίζομεν.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

ᾨδὴ γ'
Στερέωσον ἡμᾶς
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἐλέῳ τοῦ Θεοῦ τὸ θεῖον ἔλεος, ἐκτήσω καὶ τῆς φωνῆς ἐπακοῦσαι, ἠξιώθης τῆς καλούσης σε, πρὸς τὸν θεῖον νυμφῶνα Ἀξιάγαστε.

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Σαμψὼν τὸν ἱερὸν ἀνευφημήσωμεν· Θεοῦ γὰρ μιμούμενος εὐσπλαγχνίαν, συμπαθὴς νοσοῦσι γέγονε, γυμνουμένων τε πάντων περιβόλαιον.

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἁγίως καὶ σεπτῶς τὸν θεῖον βίον σου, ἀνύσας Ἁγίοις συνηριθμήθης, καὶ μονὰς ὁσίων ἔφθασας, φωτισμοῦ ἀπορρήτου ἀξιούμενος.

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Μακάριος εἶ σύ, καὶ εὖ σοι γέγονε, τοὺς θείους τηρήσαντι Πάτερ νόμους, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῴζεσθαι τὴν ποίμνην σου.
Θεοτοκίον
Ψυχῆς μου καὶ νοὸς Ἁγνὴ ἀπέλασον, τὸ σκότος καὶ δίδου ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως πολιτεύεσθαι, τὰ σωτήρια πράττοντα προστάγματα.
Ὁ Εἱρμὸς
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς, δαψιλεῖ χορηγίᾳ, καὶ νῦν μεταβέβηκας, πρὸς τὰ ἄνω βασίλεια, τῶν καμάτων σου, τὰς ἀντιδόσεις λαμβάνων, διὰ τοῦτό σε ἐν εὐφροσύνῃ καρδίας, Σαμψὼν μακαρίζομεν.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Ἡ μόνη τῶν πιστῶν, κραταιὰ προστασία, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, τὰς ψυχὰς ἡμῶν ῥύσασθαι, πάσης θλίψεως, καὶ συμφορῶν καὶ κινδύνων, Μητροπάρθενε, ἁμαρτωλῶν προστασία, τοῦ κόσμου βοήθεια.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ δ'
Εἰσακήκοα Κύριε
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ὡς ἀστὴρ φαεινότατος, πάντων ἡμῶν, φωτίζεις τὰς καρδίας, τῶν ἀξιοχρέως μακαριζόντων σε.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Νυσταγμὸν ἐκ βλεφάρων σου, ἀποβαλών, ἠγρύπνησας καὶ πάσας, ἡδονὰς ἐκοίμισας τὰς τοῦ σώματος.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Πενομένοις ἐπήρκεσας, διὰ Χριστὸν καὶ εἴληφας τὴν ἄνω, κληρουχίαν Ὅσιε ἀγαλλόμενος.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἱερῶς πεπολίτευσαι, ἐπὶ τῆς γῆς, παμμάκαρ θεοφόρε, καὶ τῶν αἰωνίων τερπνῶν ἐπέτυχες.
Θεοτοκίον
Σὲ πανάμωμε Δέσποινα, τὸ φωτεινόν, παλάτιον τοῦ Λόγου, ἀνυμνολογοῦμεν καὶ μακαρίζομεν.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον• Εὐλογητὸς εἶ κράζοντας• ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν• Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδη ε'
Ὁ τοῦ φωτὸς χορηγὸς
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Τὸ καθαρώτατον φῶς, ἀναπαυσάμενον ἐν σοί, Ὅσιε, φωτοειδῆ, ἐτέλεσε Πάτερ, φωτίζοντα πιστούς, ταῖς τῶν ἀρετῶν σου, φαιδραῖς ἐπιλάμψεσιν.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἐν συμπαθείᾳ πολλῇ, τοῖς πενομένοις πλουτισμὸς γέγονας, καὶ ἰατρὸς τοῖς ἐν ἀσθενείαις, ἐγείρας προφανῶς, τούτοις ἰατρεῖον, καθαῖρον νοσήματα.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ὤφθης ναὸς καθαρός, τοῦ παναγίου καὶ σεπτοῦ Πνεύματος, τῆς τῶν παθῶν ἰλύος, καθάρας σεαυτὸν ὡς ἀληθῶς, Πάτερ θεοφόρε· διὸ εὐφημοῦμέν σε.
Θεοτοκίον
Σὲ Παναγία Ἁγνή, τὴν καλλονὴν τοῦ Ἰακωβ πίστεως, θείαις φωναῖς, ἀνυμνολογοῦμεν, κυήσασαν ἡμῖν, Θεὸν σαρκοφόρον, ὃν τρέμει τὰ σύμπαντα.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

ᾨδὴ ς'
Ἐν ἀβύσσῳ πταισμάτων

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Θησαυροὺς οὐρανίους ἐπλούτησας, στέργων τὴν συμπάθειαν, Σαμψὼν ἀοίδιμε, καὶ ὑπανοίγων πένησι, σοῦ τὰ σπλάγχνα τελείῳ φρονήματι.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἐδομήσω εἰς δόξαν Θεοῦ ἡμῶν, οἶκον ἱερώτατον, ἐν ᾧ προστρέχοντες, πολυειδῶν καθαίρονται, νοσημάτων πιστοὶ Παμμακάριστε.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἱερῶς σου τὸν βίον διήνυσας, καὶ μετὰ Ὁσίων ὁσίως ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν πιστῶς σε τιμώντων θεόπνευστε.
Θεοτοκίον
Οὐρανὸς ὑψηλὸς ἐχρημάτισας, τοῦ παμβασιλέως Θεοῦ Παναμώμητε, καὶ καθαρὸν παλάτιον, καὶ παστὰς φωτεινὴ θείᾳ χάριτι.
Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου.
Στίχοι
• Ἐξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα.
• Ὁ νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει.
• Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε, βλῦσέ τε μύρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνέκτου.
Στίχοι
• Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέργειν
• Τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.

ᾨδὴ ζ'
Εἰκόνος χρυσῆς

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἰσχὺν τὸν Χριστόν, κραταιὰν ἐν πειρασμοῖς ἔχων παμμάκαρ, βίου διέβης τὸ κλυδώνιον, ἀκαταπόντιστος Ὅσιε, καὶ πρὸς γαληνότατον ὅρμον, προσωρμίσθης γηθόμενος· Εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Σοφίᾳ πολλῇ, καὶ στοργῇ πνευματικῇ Πάτερ κινούμενος, οἶκον ἐδείμω μάκαρ μέγιστον, ἐν ᾧ προσφευγοντες Ὅσιε, ἴασιν κομίζονται πάντες, οἱ βοῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Λαμπτὴρ φαεινός, ἀρετῶν θείῳ φωτὶ λελαμπρυσμένος, Σαμψὼν ὡράθης καὶ κατηύγασας, τῆς οἰκουμένης τὰ πέρατα· ὅθεν συνελθόντες σε πίστει, μακαρίζοντες ψάλλομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὁ πόκος ποτέ, προεδήλου τὴν ἁγνὴν Σεμνὴ γαστέρα σου, εἰσδεξαμένην τὴν οὐράνιον, δρόσον τὴν πάντας δροσίζουσαν, τοὺς κεκρατημένους τῇ δίψῃ, τῆς ἁμαρτίας κραυγάζοντας· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

ᾨδὴ η'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Γλῶσσαν κινῶν χαρμονικῶς, εἰς Θεοῦ Πάτερ Σαμψὼν ὕμνους, τὰ πάθη τῆς σαρκὸς ἐγκρατείᾳ, κατεδουλώσω ψυχῇ, καὶ δοῦλος Χριστοῦ γνησιώτατος, ὤφθης καὶ τῆς ἄνω, πόλεως κληρονόμος.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ὁ καθαρώτατός σου νοῦς, φρυκτωρίαις θεϊκαῖς ἠγλαϊσμένος, φωτεινότατος ὤφθη, καὶ δεκτικὸς καθαρῶν Παμμάκαρ θείων ἐπιλάμψεων· ὅθεν σε τιμῶμεν, ἐν ὕμνοις θεοφόρε.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἱερωτάτην ἐσχηκώς, τὴν ζωὴν πανευκλεῶς Σαμψὼν παμμάκαρ, προφανῶς ἐδοξάσθης, πρὸς τὸν Θεὸν μετελθών. Ἰδοὺ γὰρ μένει τὸ μνημόσυνον, τὸ σὸν εἰς αἰῶνας, καὶ ἡ δικαιοσύνη.
Θεοτοκίον
Στῆσον παθῶν μου τὸ δεινόν, νῦν κλυδώνιον ἁγνὴ εὐλογημένη, καὶ πολέμησον πάντας, τοὺς ἀφειδῶς τῇ ἐμῇ, πτωχείᾳ Κόρῃ ἐπεμβαίνοντας, δυσμενεῖς ἀσάρκους, ὅπως πιστῶς ὑμνῶ σε.
Ὁ Εἱρμὸς
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος!
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.

ᾨδὴ θ'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἰδοὺ ἡ μνήμη σου Πάτερ, ὥσπερ ἥλιος πᾶσιν, ἀνέτειλε φωτίζουσα φαιδρῶς, τοὺς ἐν αὐτῇ σε δοξάζοντας, ὡς θεράποντα θεῖον, Χριστοῦ καὶ κληρονόμον τῆς αὐτοῦ, βασιλείας καὶ πάντων, Ὁσίων συναρίθμιον.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ὡς φωταυγής σου ὁ βίος, ὡς μεγίστη ἡ δόξα, ὡς ὄλβιος ὁ τάφος σου Σοφέ, ἔνθα τὸ τίμιον σῶμά σου, κατακείμενον ῥῶσιν, πηγάζει τοῖς προστρέχουσι πιστῶς, καὶ τὴν σὴν ἐξαιτοῦσι, βοήθειαν ἑκάστοτε.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Σοῦ τὸ περίδοξον Πάτερ, ἰατρεῖον ὃ πόνοις, ἐκτήσω ἐπισκέπτεσθαι ἀεί, μὴ διαλίπῃς δεόμεθα, ἐν πολλῇ συμπαθείᾳ, ἀπαύστως προϊστάμενος ἡμῶν, καὶ κουφίζων ὀδύνας καὶ πόνους τῶν ψυχῶν ἡμῶν.
Στίχ. «῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἡλιακὰς ἀπαστράπτων, τοῖς τιμῶσί σε Πάτερ, ἀκτῖνας φωταγώγησον ἡμῶν, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ λαμπρότητος θείας, μετόχους καταξίωσον ἡμᾶς, ταῖς πρεσβείαις σου μάκαρ, γενέσθαι δυσωποῦμέν σε.
Θεοτοκίον
Φαεινοτάταις λαμπάσι, τοῦ ἐκ σοῦ σαρκωθέντος, Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδότες σε, φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα παθῶν, καὶ κινδύνων παντοίων, καὶ βίου περιστάσεων.
Ὁ Εἱρμὸς
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν».

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ' ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.
Θεοτοκίον
Ὑμνῶ σου τὸ ἀμέτρητον, ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας, τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν κακωθεῖσαν, καὶ Θεὸς ὢν ἠνέσχου, ἐκ τῆς ἁγνῆς θεόπαιδος, κατ' ἐμὲ τοῦ γενέσθαι, καὶ κατελθεῖν, μέχρις ᾍδου, θέλων με τοῦ σωθῆναι, πρεσβείαις τῆς Τεκούσης σε, Δέσποτα πανοικτίρμον.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος δ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθών, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν· Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης· καὶ γάρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ, Ζωοδότα Κύριε δόξα σοι.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός, ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι. Κἄν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι.

ΕΩΘΙΝΟΝ Ε' Ἦχος πλ. α'
Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος δ’.

Ώς εμεγαλύνθη τα έργα σου Κύριε
Πάντα εν σοφία εποίησας.

Στίχ. Ευλόγει η ψυχή μου, το Κύριον.

Προς Ρωμαίους Επιστολής Παύλου το Ανάγνωσμα.
Κυριακή Ε΄ (Ρωμ. 10,1-10)
1. Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν• 2. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. 3. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4. τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς• 6. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει• μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν• 7. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8. ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου• τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9. ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ• 10. καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

Ευαγγέλιον

Κυριακή Ε΄ Ματθαίου (Ματθ. 8,28-9,1)
Τῷ καιρῷ ἐκείνω, ἐλθόντι τῷ Ἰησοῦ 28. εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29. καὶ ἰδοὺ ἔκραξαν λέγοντες• τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30. ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες• εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν εἰσελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32. καὶ εἶπεν αὐτοῖς• ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων• καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. 1. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

4-7-2010

† ΚΥΡΙΑΚΗ Ϛ΄ ΜΑΤΘΑΙΟΥ. ᾿Ανδρέου ἐπισκόπου Κρήτης, ποιητοῦ τοῦ μεγάλου κανόνος. Μιχαὴλ Χωνιάτη ἐπισκόπου ᾿Αθηνῶν (†1220). ῏Ηχος πλ. α΄, ἑωθινὸν ϛ΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος πλ.α’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα έσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Κύριε ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

τοῦ Μηναίου

Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἁγιοι
Τὶ σε νῦν Ἀνδρέα καλέσωμεν, ἀσκητήν, τῶν παθημάτων ἀμαυροῦντα τὰς ὁρμάς, λειτουργόν, ἱερουργοῦντα Εὐαγγέλιον Χριστοῦ, κιθάραν, μελῳδοῦσαν τὰ τοῦ Πνεύματος, κινύραν, καταθέλγουσαν τὰ σύμπαντα, νέον Δαυΐδ γνωριζόμενον, τῆς κιβωτοῦ προσκιρτήσαντα, τῆς χάριτος, καὶ τῆς Νέας Διαθήκης σοφέ.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Τὶ σε νῦν Ἀνδρέα προσείπωμεν, μιμητὴν τῶν ἀνδρικῶς, ἠγωνισμένων ἐκλεκτῶν, ἐπαινέτην τῶν Μαρτύρων, τῶν Ἁγίων ἀψευδῆ, ἀλείπτην, ἀρετῆς πρὸς ἐπανάληψιν, ζωγράφον, τῆς τοῦ βίου ματαιότητος, ὑφηγητὴν ἀκριβέστατον, δογματιστὴν ἀληθέστατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Τὶ σε νῦν Ἀνδρέα προσφθέγξωμαι; τῶν Ἁγίων ἱεροσολύμων, βλάστημα τερπνόν, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσεβείας στηριγμόν, τῆς Κρήτης, ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, Ἀνατολῆς ἐξορμώμενον, φωτίζοντα τὰ Ἑσπέρια, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν

Θεοτοκίον Ἦχος πλ. α'

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα Ἀναστάσιμα

Ἦχος πλ. α'
Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν· Φιλάνθρωπε Κύριε, δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

O δι' ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

Δόξα και νύν
Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος δ'
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα...
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Καὶ νῦν...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν στ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Ὕμνοις κροτῶμεν ἀνδρικοῖς τὸν Ἀνδρέαν.
Θεοφάνους.

ᾨδὴ α' Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην
Ὕπνον ἀπὸ βλεφάρων, ἐκτιναξάμενος, σεαυτὸν τῷ Δεσπότῃ, δι' ἀρετῆς ἡτοίμασας, φαιδρὸν καταγώγιον, θεοφάντορ, Ὅσιε· ὅθεν ὤφθης Θεοῦ ἐνδιαίτημα.

Μέλει παναρμονίῳ, τὴν σὴν κινύραν κινῶν, τὴν Χριστοῦ, Ἐκκλησίαν, ὑμνολογῶν ἐφαίδρυνας, Ἀνδρέα θεσπέσιε, τοῦ Ἁγίου Πνεύματος, ἐνηχούμενος θείᾳ χάριτι.

Νόμῳ τῷ θεογράφῳ, σοφῶς πειθόμενος, τὰ τοῦ σώματος πάθη, ἀσκητικῶς ἐνέκρωσας, τὸν νοῦν δὲ ἐπτέρωσας, τῷ σφοδρῷ σου ἔρωτι, ᾄδων ᾄσματα θεῖα Πάνσοφε.
Θεοτοκίον
Ὅλος ἐπιθυμίᾳ, καὶ ἄχραντος γλυκασμός, ὁ Υἱὸς καὶ Θεός σου, τῶν ἀγαθῶν τὸ πλήρωμα, ὑπάρχει Πανάμωμε, ὃν δυσώπει ῥύσασθαι, τοὺς ἐν πίστει νῦν σοι προστρέχοντας.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ'
Ὁ πήξας ἐπ' οὐδενὸς
Ἰθύνας δι' ἀρετῆς τὸν βίον σου Ὅσιε, καὶ τῷ θείῳ πόθῳ Θεῷ ἑνούμενος, ὄργανον ἐδείχθης λογικόν, πᾶσαν τὴν οἰκουμένην, καταλαμπρύνων μελῳδήμασι, θείων θησαυρῶν ἀρυόμενος.

Σοφίας τῆς οὐρανίου γέγονας ἔμπλεως· τῆς ψυχῆς γὰρ τὸ στόμα πλατύνας Ὅσιε, πᾶσαν εἰσεδέξω προφανῶς, αἴγλην τὴν φωτοφόρον, τοῦ τρισηλίου ἀμαρύγματος, ὡς ἱερουργὸς ἱερώτατος.

Κρατύνας τὰς ψυχικὰς δυνάμεις σου Ὅσιε, καὶ σαρκὸς κρατήσας ἀσκήσει, γέγονας, ὅλος φαεινότατος ἀστήρ, τέρπων τὴν Ἐκκλησίαν, τοῖς ὀρθοδόξοις σου διδάγμασι, καὶ ἁρμονικοῖς μελῳδήμασι.
Θεοτοκίον
Ῥυσθῆναι τῶν παθημάτων αἰχμαλωσίας με, δυσωπῶ σε Μήτηρ Θεοῦ πανάμωμε, καὶ τῆς ἁμαρτίας τὰς οὐλάς, πάσας ἐξαλειφθῆναι τὴν ἁμαρτίαν, ἡ τὸν αἴροντα, κόσμου παραδόξως κυήσασα.
Ὁ Εἱρμὸς
«Ὁ πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσαλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκλησίαν σου στερέωσον, μόνε ἀγαθέ, καὶ φιλάνθρωπε».

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, ἐξηρεύξω δογμάτων φωτοειδῆ, μακάριε λόγια, καὶ τὸν κόσμον ἐφώτισας, γεγονὼς δὲ θεῖον, τοῦ Πνεύματος ὄργανον, ἡδυτάτοις φθόγγοις, ἡδύνεις ἑκάστοτε, πάντων τὰς καρδίας, ἀνυμνῶν τὴν Τριάδα, Ἁγίων τὰ τάγματα, καὶ Παρθένον τὴν ἄχραντον, ὦ Ἀνδρέα πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου Ἄχραντε.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

ᾨδὴ δ'
Τὴν θείαν ἐννοήσας σου
Ὁ λόγος σου τῷ βίῳ κοσμούμενος, θεολογίας ἀκριβοῦς, κανὼν ἐδείχθης θεσπέσιε, τῆς πανυμνήτου Τριάδος, τὴν δόξαν σαφηνίζων τρανότατα.

Τὴν πρᾶξιν θεωρίας ἐπίβασιν, ἐπιδειξάμενος σοφέ, καὶ θεωρίᾳ χρησάμενος, τῆς πολιτείας σφραγίδι, Ἀνδρέα θεηγόρε διέπρεψας.

Ὡς θεῖος Ἱεράρχης πανόλβιε, ποιμαντικῶς προπολεμῶν, τῆς Ἐκκλησίας ἀπήλασας, τὰς τῶν λεόντων ἐφόδους, Ἀνδρέα τῆς ἀνδρίας φερώνυμε.

Μεγίστων ἐγκωμίων ὑπόθεσιν, τὴν Θεοτόκον εὑρηκώς, σπουδὴν ἐδείκνυς κατάλληλον, τὴν ὑπερτέραν ἐπαίνων, ἐπαίνοις πολυτρόποις γεραίρων Σοφέ.
Θεοτοκίον
Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, πρὶν ὠδινῆσαι δὲ τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκί, τεκοῦσα πεφύλαξαι.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ ε'
Ὁ ἀναβαλλόμενος
Νῦν οἱ σεμνυνόμενοι, τοῖς σοῖς διδάγμασι, καὶ μελῳδίαις ταῖς θεοπνεύστοις, ἱερῶς ἡδόμενοι, Ἀνδρέα παμμάκαρ, τὴν μνήμην σου γεραίρομεν.

Αἴγλῃ λαμπρυνόμενος, τοῦ θείου Πνεύματος, τὰς τῶν Ἁγίων χοροστασίας, παναγίως ᾔνεσας, μεθ' ὧν νῦν ἀγάλλῃ, Ἀνδρέα παμμακάριστε.

Νῦν οὖν δι' αἰσθήσεων, φθαρτῶν τοῦ σώματος, οὐ φαντασίαις ὁρᾷς τὰ θεῖα, νεορῶς δὲ Πάνσοφε, ψυχῆς ἐνεργείαις, ἑνούμενος τῷ κρείττονι.
Θεοτοκίον
Δάκρυσι προσπίπτω σοι, σφοδρῶς δεόμενος, ἐμῶν πταισμάτων νῦν λυτρωθῆναι, διὰ σοῦ Πανάμωμε, καὶ τῆς αἰωνίου, χαρᾶς γενέσθαι ἄξιον.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

ᾨδὴ ς'
Μαινομένην κλύδωνι
Ῥητορεύων ἤλεγξας, τοὺς ἀθέους στόματι λαμπρῷ· τῶν σεπτῶν Εἰκόνων γὰρ ἐτράνωσας, παναληθῶς, Ἱερομύστα προσκύνησιν.

Ἱερῶς ἐκόσμησας, τὴν σὴν Πάτερ ἔνδοξε ζωήν· τῶν παθῶν γὰρ τάραχον κατέσβεσας, καὶ πρὸς ζωήν, τῆς ἀπαθείας προσώρμισαι.

Καλλοναῖς τῶν λόγων σου, καὶ δογμάτων πάντες οἱ πιστοί, εὐσεβῶς ἡδόμενοι ἀγάλλονται, αἱρετικῶν, τὰς γλωσσαλγίας τρεπόμενοι.
Θεοτοκίον
Ὁλικῶς ἑνοῦταί μοι, ὁ ἀνάρχως λάμψας ἐκ Πατρός, διὰ τῆς σαρκώσεως πανάμωμε, τῆς διὰ σοῦ, γεγενημένης Θεόνυμφε.
Ὁ Εἱρμὸς
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.
Στίχοι
• Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
• Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
• Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.

Αἱ ἅγιαι μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται.

Ἡ ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος Ἱερομάρτυς Θεόφιλος καὶ ὁ ὅσιος Μένιγνος ἐν Κυρίῳ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, καὶ τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης, καὶ τῆς ὁσίας Μαρίας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ, Ὄρει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ
Ὁ Εἱρμὸς
«Ο ὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ζ'
Ὁ ὑπερυψούμενος
Ἵνα τὴν λαμπρότητα, τῶν Ἁγίων Ὅσιε, θεάσῃ ἐν πνεύματι, τοῖς ἔργοις ἐλάμπρυνας, τὸν βίον σου, κραυγάζων· ὁ Θεὸς εὐλογητὸς εἶ.

Σῶμα περικείμενος, ἀσωμάτων τάγματα, ἐζήλωσας Ὅσιε, ἐν οἷς ἀγαλλόμενος, συμφώνως ἀναμέλπεις· ὁ Θεὸς εὐλογητὸς εἶ.

Τὰ Ἱεροσόλυμα, νῦν λαμπρῶς εὐφραίνεται, φωστῆρα πολύφωτον, τῷ κόσμῳ ἐκπέμψαντα, σὲ Μάκαρ μελῳδοῦντα· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ὁ πρὶν μὲν ἀσώματος, σωματοῦται Πάναγνε, δι' οἶκτον ἀμέτρητον, ἐκ μήτρας ἁγίας σου, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Σοὶ τῷ παντουργῷ
Νέας κιβωτοῦ, τῆς Ἐκκλησίας Πάτερ, φαιδρῶς προεσκίρτησας, χοροὺς στησάμενος. Πάντα τὰ ἔργα Χριστὸν βοῶν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾎσμα τὸ καινόν, ἐν Ἐκκλησίᾳ Πάτερ, Ὅσίων ἐκραύγαζες, τῷ Παντοκράτορι. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νέμων ἀρετῇ, θεοπρεπῶς τὰ ἔργα, τοὺς ἄθλους ἀνύμνησας, Ἀνδρέα πάνσοφε, πάντων Ἁγίων, τῶν πρὶν θαυμαστωθέντων, καὶ τελειωθέντων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Δεῦτε τὴν ἁγνήν, καὶ Θεοτόκον Κόρην, ὑμνήσωμεν λέγοντες, ἐνθέοις ᾄσμασι· Χαῖρε Παρθένε, δι' ἧς χαρὰ ἐδόθη, φύσει τῶν ἀνθρώπων ὑπερευλογημένη.
Ὁ Εἱρμὸς
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι.

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.
ᾨδὴ θ'
Ἡσαΐα χόρευε
Ῥημάτων ὁ φθόγγος σου, διὰ πάσης ἔδραμε τῆς γῆς, δογμάτων τε τὸ τερπνόν, καὶ εἰλικρινές, Ἀνδρέα μακάριε· διὸ Χριστός, ὁ παμβασιλεύς, σὲ ἐστεφάνωσεν, εὐπρεπείας διαδήματι.

Ἐν ἑνώσει κρείττονι, ἀπολαύων αἴγλης τριλαμποῦς, Ἀνδρέα μυσταγωγέ, τῶν ὑπερφυῶν, τοὺς πόθῳ τελοῦντάς σου τὴν ἱεράν, μνήμην ἱερῶς, νῦν ταῖς πρεσβείαις σου, ἐκ κινδύνων διαφύλαττε.

Ἀσωμάτων τάξεσι, συνευφραίνῃ νῦν ἐν οὐρανοῖς, τὸν τούτων ἐπὶ τῆς γῆς, βίον ἀκλινῶς, ὡς πολιτευσάμενος, καὶ ὀρθῆς πίστεως φανείς, κήρυξ πανάριστος, θεορρῆμον ἀξιάγαστε.
Θεοτοκίον
Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, τεκοῦσα σωματικῶς ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον, ᾗ προσβαλών, στόματι πικρῷ, ᾍδης κατήργηται, Θεοτόκε Μητροπάρθενε.
Ὁ Εἱρμὸς
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.
Θεοτοκίον
Ὁ Ποιητὴς τῆς κτίσεως καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντων αἱμάτων, σοῦ παναγία Παρθένε· καὶ γὰρ φθαρεῖσαν πᾶσαν, τὴν φύσιν ἐκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπών, μετὰ τόκον· ὅθεν πιστῶς σε πάντες, ἀνευφημοῦμεν κράζοντες· Χαῖρε Δέσποινα κόσμου.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος πλ. α'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
-- Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι' ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τὶς διηγήσεται; ἢ τὶς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς, Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε, κρύψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τὶ πάλιν κρύψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρ' ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾍδου τε τὴν κένωσιν; Τὶ τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΕΩΘΙΝΟΝ ΣΤ' Ἦχος πλ. β'
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾷν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος πλ. α’.

Συ, Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς

Στίχ. Σώσον με, Κύριε, ότι εκλέλοιπεν όσιος•

Προς Ρωμαίους Επιστολής Παύλου το Ανάγνωσμα.

Ἀδελφοί, 6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. 9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.

Ευαγγέλιον

Κυριακή ΣΤ΄ Ματθαίου (Ματθ. 9,1-8)
Τῷ καιρῷ ἐκείνω, ἐμβὰς ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, 1. διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον• καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ• θάρσει, τέκνον• ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3. καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς• οὗτος βλασφημεῖ. 4. καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν• ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5. τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6. ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας --τότε λέγει τῷ παραλυτικῷ• ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7. καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»•

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
agiooros
Διαχειριστής
Διαχειριστής
Δημοσιεύσεις: 2759
Εγγραφή: Τρί Φεβ 08, 2005 6:00 am
Τοποθεσία: Νίκος@Εύβοια
Επικοινωνία:

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από agiooros »

Ευχαριστούμε Χαράλαμπε.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

11-7-2010

† ΚΥΡΙΑΚΗ Ζ΄ ΜΑΤΘΑΙΟΥ. Εὐφημίας μεγαλομάρτυρος (†451). ῎Ολγας ἰσαποστόλου (†969), Νεκταρίου ὁσιομάρτυρος τοῦ ἐκ Βρυούλων (†820). ῏Ηχος πλ. β΄, ἑωθινὸν ζ΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος πλ.β’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
τοῦ Μηναίου

Στιχηρὰ
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσι
Τὴν σορὸν τῶν λειψάνων σου, καθορῶντες Πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἐλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, μεσιτείαις σου, ἱεραῖς Εὐφημία· διὰ τοῦτο, μετὰ πόθου, εὐφημοῦμεν, τὴν ἱεράν σου πανήγυριν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ὡς γενναῖον ἐν μάρτυσι
Τὴν σορὸν τῶν λειψάνων σου, καθορῶντες Πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἐλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, μεσιτείαις σου, ἱεραῖς Εὐφημία· διὰ τοῦτο, μετὰ πόθου, εὐφημοῦμεν, τὴν ἱεράν σου πανήγυριν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Καὶ πυρὶ προσωμίλησας, καὶ θηρίοις ἐκδέδοσαι, καὶ ἐν λάκκῳ βέβλησαι καλλιπάρθενε, καὶ τοῖς τροχοῖς ἐπιτέθεισαι, ἐξ ὧν σε ἐρρύσατο, ὁ τῶν ὅλων ποιητής, καταισχύνας τὸν ταῦτά σοι, μηχανώμενον, καὶ δοξάσας σε Μάρτυς Εὐφημία, τὴν κηρύξασαν τὸν ἕνα, Χριστὸν ἐν δύο ταῖς φύσεσιν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Εὐτυχῆ καὶ Διόσκορον, καὶ τοὺς τούτοις ὁμόφρονας, ἀκεφάλους ἅμα τε καὶ παράφρονας, τοὺς ἀνιάτως νοσήσαντας, εἰς τὸ τέλος κατῄσχυνεν, Εὐφημία ἡ σεπτή, καὶ Χριστὸν ἀνεκήρυξε, ταῖς θελήσεσιν, ἐνεργείαις τε ἅμα διπλοῦν ὄντα, καθ' ὑπόστασιν δὲ ἕνα, ὡς οἱ Πατέρες ἐτράνωσαν.

Δόξα... Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.
Καὶ νῦν... Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα Ἀναστάσιμα

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β'
Ἡ διηνθισμένη ταῖς ἀρεταῖς, καὶ πεφωτισμένη τὸν λογισμόν, ἡ μύρα προχέουσα ἐν ταῖς καρδίαις τῶν πιστῶν, ἡ ἐκ τῆς ἑῴας ἀνατείλασα ὡς ἀστὴρ φαεινός, καὶ ἀθροισμόν ποιήσασα, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως τῶν θείων Πατέρων, μὴ διαλίπῃς ὑπὲρ ἡμῶν δυσωποῦσα πρὸς Κύριον, Εὐφημία πανεύφημε, σωθῆναι τὰς ψυχάς ἡμῶν.

καὶ νῦν... Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Δόξα...
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ.β΄
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Δόξα...
Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Καθίσματα Ἦχος πλ. β'
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. β'
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτειρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β'
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
• •
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ζ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
Καὶ τῆς Ἁγίας, ὁ παρών.

ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου

Στίχ. «῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν».
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ ᾄσω μελῴδημα, τῇ Ἀθληφόρῳ Χριστοῦ, καὶ ὀφθήσομαι, φαιδρῶς ἀνακηρύττων, τοὺς πόνους οὓς ἤνεγκε, καὶ τὰ παλαίσματα.

Ἰάσεων ἄφθονα, ἡμῖν προχέεις χαρίσματα, τοῖς πίστει προστρέχουσιν, ἐν τῷ ναῷ σου Σεμνή, καὶ αἰτοῦσί σε, ἐκ βάθους καρδίας, καὶ πόθῳ τὴν μνήμην σου, πανηγυρίζουσι.

Ναὸς ἐχρημάτισας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐν ᾧπερ ηὐδόκησε, Χριστὸς ὁ Κύριος, ἐνοικῆσαί τε, καὶ ἐμπεριπατῆσαι, ψυχῆς καθαρότητι, Μάρτυς πολύαθλε.
Θεοτοκίον
Οὐ κρύπτομεν Δέσποινα, τοῦ σοῦ ἐλέους τὴν ἄβυσσον, καὶ βρύσιν τὴν ἄφθονον, τῶν τεραστίων σου, καὶ τὸ πέλαγος, τῶν εὐεργεσιῶν σου, ὧν πᾶσι δι' ἔλεον πολύν ἐξέχεας.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

ᾨδὴ γ'
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε
Ὤ! πῶς ἐν τῷ μέσῳ τοῦ σταδίου, ἀθλοῦσα ἡ Μάρτυς τοῦ Χριστοῦ, τὸν τύραννον ἐξέστησε, δι' ἄκραν καρτερότητα· ἀνδρείως γὰρ ὑπήνεγκε, τὰ τῶν δεινῶν κολαστήρια.

Πανεύφημε μάρτυς Εὐφημία, εὐφήμοις ἐν ᾄσμασιν ἀεί, σὴν μνήμην σου γεραίρομεν, τὴν σὴν πλουτοῦντες λάρνακα, τὸ λείψανόν σου φέρουσαν, τὸ ἱερὸν καὶ σεβάσμιον.

Ἀνδρείως κατέβαλες τὸν ὄφιν, τὸν μέγαν Σεμνὴ τὸν νοητόν, δυναμωθεῖσα χάριτι, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τῆς ἀσυγχύτου φύσεως, καὶ τρισηλίου Θεότητος.
Θεοτοκίον
Ὑμνήσωμεν πάντες κατὰ χρέος, Μαρίαν τὴν Δέσποιναν ἁγνήν, τὴν μόνην ἀειπάρθενον· αὕτη γὰρ τὸ κεφάλαιον, τῆς σωτηρίας γέγονεν, ἡμῶν δι' ἄκραν καθαρότητα.

Κοντάκιον Ἦχος πλ. β'
Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος
Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.

Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.

ᾨδὴ δ'
Τὴν ἀνεξιχνίαστον
Ὄλβον ἐθησαύρισας τὸν ἀληθῆ, ὃν περ σὴς καὶ βρῶσις οὐ δύναται, ἐξαφανίσαι, Καλλιπάρθενε σεμνή· οὐ γὰρ ἐν γῇ κατέκρυψας, τοῖς δεομένοις δὲ ἐσκόρπισας.

Θάμβους ἐπληρώθησαν καὶ χαρμονῆς, ὄντως τῶν Πατέρων ὁ σύλλογος, ἐν ταῖς χερσί σου, καθορῶντες ὦ Σεμνή, τὸν τόμον τὸν ὀρθόδοξον, ἐν δὲ τοῖς ποσὶ τὸν ἀλλότριον.

Ὕβρεως ἐπλήσθησαν σφόδρα πολλῆς, οἱ περὶ Διόσκορον ἅπαντες, καί, Εὐτυχέα, οἱ νοσήσαντες κακῶς, οὓς ἐπὶ τέλους ᾔσχυνας, μάρτυς Εὐφημία πανεύφημε.
Θεοτοκίον
Νόες ἐπουράνιοι τὸ ἐπὶ σοί, ὄντως Θεοτόκε μυστήριον, κατανοοῦντες, ἐξεπλάγησαν· διό, ἰλιγγιῶσι Δέσποινα, ὕμνον κατ' ἀξίαν προσφέρειν σοι.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

ᾨδὴ ε'
Ἐξέστη τὰ συμπαντα
Μερίδα Πανεύφημε, τὴν ἀγαθὴν προέκρινας, πάντα παριδοῦσα τὰ τοῦ βίου, δόξαν καὶ πλοῦτον· ἑνὸς γὰρ χρεία ἐστί, μέριμναν καὶ τύρβην τῶν πολλῶν, σὺ ἀπεσκοράκισας, τὴν Μαρίαν ζηλώσασα.

Ὦ ξένον τεράστιον! νεκρὰ μὲν ἐν τῷ μνήματι, θαύματα τελεῖ δ' ὥσπερ τις ζῶσα, κρείττονα λίαν ἢ κατὰ ἄνθρωπον, αἱμάτων ἐκβλύζουσα κρουνούς, εἰς ἔνδειξιν μείζονα, ὅτι ζῶσιν οἱ δίκαιοι.

Συνοῦσα τῷ Κτίστῃ σου, ἐν οὐρανοῖς πανεύφημε, ἔντευξιν ποιοῦ ὑπὲρ τῶν πίστει, ἀνευφημούντων τὴν θείαν μνήμην σου, μάρτυς Εὐφημία τοῦ Χριστοῦ, ὑπὲρ οὗ τὸ αἷμά σου, ὥσπερ θῦμα ἐξέχεας.
Θεοτοκίον
Ἀνύμφευτε Δέσποινα, τῶν Προφητῶν ἡ πρόρρησις, ὄντως ἐπὶ σοὶ πέρας λαμβάνει· καὶ γὰρ συνέλαβες ἐν τῇ μήτρᾳ τῇ σῇ, τὸν Λόγον τὸν ἄναρχον Πατρός, ὡς ὁ θεῖος σύλλογος, τουτωνὶ προεκήρυξε.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀδὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.

ᾨδὴ ς'
Τὴν θείαν ταύτην
Ὡς ἄνθος χόρτου ἡ πάνσεμνος, ὁρῶσα Εὐφημία ῥεόμενα, πάντα τὰ γήϊνα, δίκην σκυβάλων κατέπτυσεν, ἵνα Χριστὸν κερδήσῃ, ὄνπερ ἐπόθησε.

Καθεῖλες Κόρη τὸν δράκοντα, τὸν μέγαν καὶ πολλὰ ἐπαιρόμενον, καὶ κατεβύθισας, ἐν τοῖς κρουνοῖς τῶν αἱμάτων σου, τὸν καθ' ἡμῶν δολίως μηχανευόμενον.

Ὁρῶντες Μάρτυς ὡς ἥδυσμα, ἐν μέσῳ σου τὸ λείψανον κείμενον, τὸ ἱερώτατον, πνευματικῶς εὐωχούμεθα, ἁγιασμὸν καὶ ῥῶσιν ἀπαρυόμενοι.
Θεοτοκίον
Ξενίζεις πάντας τῷ τόκῳ σου, Παρθένε Παναγία Θεόνυμφε, ὤ! πῶς ἀπείρανδρος, οὖσα πρὸ τόκου γεγέννηκας, καὶ μετὰ τόκον πάλιν ἔμεινας ἄφθορος.

Κοντάκιον Ἦχος β'
Ἀγῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει κατεβάλου θερμῶς ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου, ἀλλὰ καὶ νῦν, ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.
Ὁ Οἶκος
Τὶ τῶν σῶν ἀθλημάτων, ἢ τὶ τῶν σῶν κατορθωμάτων, ἢ τὶ τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῷ Υἱῷ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα. Τὶς ἱκανοῖ πρὸς ταῦτα, τὶς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα· διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε.

Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.
Στίχοι
• Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη,
• Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ.
• Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου.

Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται.

Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

ᾨδὴ ζ'
Οὐκ ἐλάτρευσαν
Ῥᾷον ἔφερες, βασάνων τὴν δριμύτητα, Μάρτυς πανεύφημε, ἐν στερροτάτῳ νοΐ, ἐξ ὕψους λαμβάνουσα θείαν βοήθειαν· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Ἡ πανεύφημος, Ἀμνὰς καὶ καλλιπάρθενος, πάντας ἐκάλεσε, πρὸς εὐωχίαν αὐτῆς· διὸ καὶ εὐφράνθητε πανηγυρίζοντες, καὶ κραυγάσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σὺ διήλεγξας, τοῦ Εὐτυχοῦς τὴν ἄνοιαν, τοῦ δυστηχήσαντος, περὶ τὸ σέβας κακῶς, δεινοῦ Διοσκόρου τε Μάρτυς πανεύφημε, ἀναμέλπουσα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητος εἶ.
Θεοτοκίον
Ἵλεών μοι, τὸν Υἱόν σου Παναμώμητε, ποίησον δέομαι, καὶ μὴ παρίδῃς σεμνή, δεήσεις καὶ δάκρυα θερμῶς προχέοντι, καὶ κραυγάζοντι· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Παῖδας εὐαγεῖς
Ἔστης πρὸ βημάτων Εὐφημία, τυράννων παρανομούντων ἀνδρικώτατα, τὸν Χριστὸν κηρύττουσα, Θεόν τε καὶ ἄνθρωπον, διπλοῦν ἐν ταῖς θελήσεσιν ἅμα καὶ φύσεσι, καὶ κράζουσα· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὕλην γεηρὰν ἀπεποιήσω, Χριστὸν τὸν νυμφίον σου ἐπιποθήσασα, οὗτινος τοῖς ἴχνεσι, Μάρτυς ἠκολούθησας· διὸ καὶ συναγάλλῃ νῦν, αὐτῷ κραυγάζουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φρίττω κατὰ νοῦν ἀναλαμβάνων, τοὺς πόνους σου τοὺς δεινοὺς καὶ τὰ παλαίσματα, οἷς ἐνεκαρτέρησας, γυναικείῳ σώματι, διὰ πολλὴν ἀγάπησιν, Μάρτυς πανεύφημε, Πατρός τε καὶ Υἱοῦ καὶ τοῦ θείου, Πνεύματος τοῦ μόνου, Θεοῦ τρισυποστάτου.
Θεοτοκίον
Ὅρμος γαληνὸς μόνη ἐδείχθης, Παρθένε χειμαζομένων καὶ προσφύγιον, ἔνθα καταφεύγοντες, οἱ κλυδωνιζόμενοι, ἐν τῷ τοῦ βίου κλύδωνι περισῳζόμεθα· διὸ σε κατὰ χρέος ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.

ᾨδὴ θ'
Ἅπας γηγενὴς
Νοῦς οὐκ ἐξαρκεῖ, καὶ λόγος ἀνθρώπινος ἐκδιηγήσασθαι, τὰς ὑπερφυεῖς τιμάς, καὶ δόξας Μάρτυς ἅσπερ ἀπείληφας, συμβασιλεύειν ἄληκτα Χριστῷ πανεύφημε, κατ' ἀξίαν, ἄθλων δὲ κεκλήρωσαι, ἀκηράτου τρυφῆς ἀπολαύουσα.

Μύρῳ νοητῷ, ἐχρίσθης Πανεύφημε του θείου Πνεύματος, καὶ μυρίζεις πάντοτε, τῶν προσιόντων σοι μετὰ πίστεως, ψυχὰς ὁμοῦ καὶ σώματα, καὶ πᾶσαν αἴσθησιν, δι' ἧς πόρρω, ἀποσκορακίζεται, ὁ δυσώδης ἐχθρὸς καὶ παμπόνηρος.

Ἱεροπρεπῶς, τὴν σὴν ἀξιάγαστον πανηγυρίζομεν, καὶ φαιδρὰν πανήγυριν, ἐν τῷ πανσέπτῳ ναῷ σου σήμερον, ἐν ᾧπερ συνηθροίσθημεν, χειραγωγίᾳ πολλῇ, τοῦ ποιμένος, τοῦ καλοῦ πανεύφημε, ὑπὲρ οὗ ἐκδυσώπει τὸν Κύριον.

Ἄναρχε Τριάς, τοὺς θεολογοῦντάς σε σκέπε καὶ φύλαττε· ἔχεις γὰρ πρεσβεύουσαν, περὶ τὴν δόξαν τῆς σῆς λαμπρότητος, μετὰ Μαρτύρων πάντοτε, τὴν καλλιπάρθενον, Εὐφημίαν ἧσπερ τὰ μνημόσυνα, ἐκτελοῦντες πιστῶς εὐφραινόμεθα.
Θεοτοκίον
Φωνὴν σοι ἁγνή, προσάγομεν Δέσποινα, πόθῳ βοῶντές σοι· Χαῖρε θρόνε πύρινε, ὑψίστου χαῖρε Θεοῦ παλάτιον, ὃ ὁ Δαυῒδ προέγραψεν, ὄρος πιώτατον, Ἀποστόλων, χαῖρε ἡ εὐπρέπεια, καὶ ἡμῶν τῶν ψυχῶν τὸ διάσωσμα.

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'
Ἤχος β΄Τοῖς μαθηταῖς συνέλθωμεν
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.

Ἐξαποστειλάριον
τὸ τῆς ἁγίας
Ἐπεσκέψατο ἡμᾶς
Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις· διὸ εὐφημοῦμέν σε.
Θεοτοκίον
Ὁ Θεὸς ἡμῶν Ἁγνή, καταφυγὴν καὶ δύναμιν, καὶ βοηθόν σε παρέσχεν, ἐν ταῖς θλίψεσιν ἡμῶν, καὶ ἐν ταῖς περιστάσεσι, πάντας οὖν ἡμᾶς ῥῦσαι, ἐκ τῶν ἀναγκῶν ἡμῶν.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος πλ. β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι' ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος· Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι' ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος· Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ.«῾Υπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου».

Δεῦτε τῆς Ἀθλοφόρου Χριστοῦ, μέτ' ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν· αὐτῇ γὰρ κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, τῶν τυραννούντων, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν ἤρατο, κατ' αὐτῶν μέγα τρόπαιον. Ταύτην γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι, τήν καλλιπάρθενον κόρην, τῆς εὐφημίας φερώνυμον, Χριστὸν δυσωποῦντες, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. «Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου»

Ὅρους παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου, εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο, τὸν δὲ κατεπάτησας, ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας· ὅθεν ἅπαντες, εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος, ὁ ἱερὸς Βυζαντίων, ἐπισυνήγαγε σήμερον· διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι, τὸ μέγα ἔλεος.

ΕΩΘΙΝΟΝ Ζ' Ἦχος βαρὺς
Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον Ἦχος γ'
Θείας πίστεως
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος βαρύς’.

Κύριος ισχύν τω λαώ αυτού δώσει

Στίχ. Ενέγκατε τω Κυρίω, υιοί Θεού, ενέγκατε τω Κυρίω δόξαν και τιμήν.

Προς Κορινθίους Β’ Επιστολής Παύλου το Ανάγνωσμα.

Ἀδελφοί, 1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· 2 - λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας - 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Ευαγγέλιον

Κυριακή Ζ΄ Ματθαίου (Ματθ. 9,27-35)
Τῷ καιρῷ ἐκείνω, παράγοντι τῷ Ἰησοῦ 27. ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες• ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. 28. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς• πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ• ναί, Κύριε. 29. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων• κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί• καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων• ὁρᾶτε μηδεὶς γινωσκέτω. 31. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον• 33. καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34. οἱ δὲ Φαρισαῖοι ἔλεγον• ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

[b]Στη μνήμη του πατέρα μου Ιωάννη

18-7-2010

† ΚΥΡΙΑΚΗ Η΄. «Τῶν ἁγίων καὶ θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι Δ΄ Οἰκουμενικῆς συνόδου (451)». Αἰμιλιανοῦ, Παύλου, Θεῆς καὶ Οὐαλεντίνης τῶν μαρτύρων (†363). ῏Ηχος βαρύς• ἑωθινὸν η΄.

Εἰς τὸν ἑσπερινόν[/b]
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον...

καὶ τὰ εἰρηνικά.

Ἦχος βαρύς.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Ἦχος βαρὺς
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι' ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν δι' ἡμᾶς, Κύριε δόξα σοι.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Κἂν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν Ἔγερσίν σου καυχῶμαι· ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

τοῦ Μηναίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι' ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ' ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι' ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ' ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Πύρρον τε καὶ Σέργιον, καὶ τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον, ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἵνα τὸν Χριστὸν καθ' ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον, καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς δοξάζομεν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Πύρρον τε καὶ Σέργιον, καὶ τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον, ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἵνα τὸν Χριστὸν καθ' ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον, καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς δοξάζομεν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ἄκτιστον ἐκήρυξαν, οἱ θεοφόροι συμφώνως, τὴν θείαν ἐνέργειαν, καὶ τὴν θείαν θέλησιν τοῦ πτωχεύσαντος, τὸν ἐμὸν ἄνθρωπον, τῇ σαρκὶ νείμαντες, τὸ κτιστόν τῆς ἐνεργείας τε, καὶ τῆς θελήσεως, φύσεως φυγόντες τὴν σύγχυσιν, ἐμφρόνως οἱ μακάριοι, ὑποστατικήν τε διαίρεσιν, οὓς ἐν ἐτησίοις, τιμῶντες οἱ πιστοὶ ταῖς ἑορταῖς, Χριστὸν συμφώνως δοξάζομεν, τὸν αὐτοὺς δοξάσαντα.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Τριάδα τὴν ἄκτιστον, οἱ θεοφόροι Πατέρες, Θεὸν ἕνα Κύριον, ὁμοφρόνως σήμερον ἀνεκήρυξαν, τὸ ἁπλοῦν ἅπασι, τῆς μιᾶς φύσεως, καταλλήλως ὑποδείξαντες, κοινῷ θελήματι, καὶ τῆς ἐνεργείας ἁπλότητι, ἄναρχον ἀτελεύτητον, τοῦτον διὰ πάντων γνωρίσαντες· ὅθεν ἀνυμνοῦμεν, αὐτοὺς ὡς Ἀποστόλων μιμητάς, καὶ τὸ ἐκείνων διδάξαντας, πάντας Εὐαγγέλιον.

Δόξα... Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας τῆς πλάνης, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν

Θεοτοκίον Ἦχος βαρύς

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος
Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

τά Αναγνώσματα
Γενέσεως τό Ανάγνωσμα
(Κεφ. 14, 14-20)
Ακούσας Άβραμ, ότι ηχμαλώτευται Λώτ ο αδελφιδούς αυτού, ηρίθμησε τούς ιδίους οικογενείς αυτού, τριακοσίους δέκα καί οκτώ, καί κατεδίωξεν οπίσω αυτών έως Δάν, καί επέπεσεν επ' αυτούς τήν νύκτα αυτός, καί οι Παίδες αυτού μετ' αυτού καί επάταξεν αυτούς καί κατεδίωξεν αυτούς έως Χοβάλ, ή εστιν εν αριστερά ο Δαμασκού, καί απέστρεψε πάσαν τήν ίππον Σοδόμων, καί Λωτ τόν αδελφιδούν αυτού απέστρεψε, καί πάντα τά υπάρχοντα αυτού, καί τάς γυναίκας, καί τόν λαόν, Εξήλθε δέ βασιλεύς Σοδόμων εις συνάντησιν αυτώ ο μετά τό υποστρέψαι αυτόν από τής κοπής τού Χοδολλογόμορ καί τών βασιλέων τών μετ' αυτού, εις τήν κοιλάδα τού Σαβύ, τούτο ήν πεδίον Βασιλέως, καί Μελχισεδέκ, βασιλεύς Σαλήμ, εξήνεγκεν άρτους καί οίνον, ήν δέ Ιερεύς τού Θεού τού Υψίστου, καί ευλόγησε τόν Αβραμ, καί είπεν. Eυλογημένος Άβραμ τώ Θεώ τώ Υψίστω, ός έκτισε τόν ο ουρανόν καί τήν γήν. Καί ευλογητός ο Θεός ο Ύψιστος, ός παρέδωκε τούς εχθρούς σου υποχειρίους σοι.
Δευτερονομίου τό Ανάγνωσμα
(Κεφ. 1, 8-11, 15-17)
Έλιπε Μωσής πρός τούς υιούς, Ισραήλ ίδετε, παρέδωκα ενώπιον υμών τήν γήν, εισελθόντες κληρονομήσατε τήν γήν, ήν ώμοσε Κύριος τοίς πατράσιν υμών, τώ Αβραάμ καί τώ Ισαάκ καί τώ Ιακώβ, δούναι αυτοίς καί τώ σπέρματι αυτών μετ' αυτούς. Καί είπον πρός υμάς εν τώ καιρώ εκείνω, λέγων ου δυνήσομαι μόνος φέρειν υμάς. Κύριος ο Θεός ημών επλήθυνεν υμάς, καί ιδού εστε σήμερον ωσεί τά άστρα τού ουρανού τώ πλήθει. Κύριος ο Θεός τών Πατέρων υμών προσθείη υμίν, ως εστέ χιλιοπλασίως, καί ευλογήσαι υμάς, καθότι ελάλησεν υμίν. Καί έλαβον εξ υμών άνδρας σοφούς, καί επιστήμονας, καί συνετούς, καί κατέστησα αυτούς ηγείσθαι εφ' ημών, χιλιάρχους καί εκατοντάρχους, καί πεντηκοντάρχους, καί δεκάρχους, καί γραμματοεισαγωγείς τοίς κριταίς υμών. Καί ενετειλάμην τοίς κριταίς υμών εν τώ καιρώ εκείνω, λέγων. Διακούετε αναμέσον τών αδελφών υμών, καί Κρίνατε δικαίως αναμέσον ανδρός καί αναμέσον τού αδελφού αυτού. Καί τού προσηλύτου αυτού. Ουκ επιγνώσει πρόσωπον εν κρίσει, κατά τόν μικρόν καί κατά τόν μέγα κρινείς, ου μή υποστείλη πρόσωπον ανθρώπου, ότι η κρίσις τού Θεού εστι.
Δευτερονομίου τό Ανάγνωσμα
(Κεφ. 10, 14-21)
Είπε Μωσής πρός τούς υιούς Ισραήλ, ιδού, Κυρίου τού Θεού σου ο ουρανός, καί ο ουρανός τού ουρανού, η γή καί πάντα όσα εστίν εν αυτή. Πλήν τούς πατέρας υμών προείλετο Κύριος αγαπάν αυτούς, καί εξελέξατο τό σπέρμα αυτών μετ' αυτούς, υμάς παρά πάντα τά έθνη, κατά τήν ημέραν ταύτην. Καί περιτεμείσθε τήν σκληροκαρδίαν υμών, καί τόν τράχηλον υμών ου σκληρυνείτε έτι, ο γάρ Κύριος ο Θεός υμών, ούτος Θεός τών Θεών, καί Κύριος τών Κυρίων, ο Θεός ο μέγας, καί ισχυρός, καί φοβερός, ός τις ου θαυμάζει πρόσωπον, ουδ' ου μή λάβη δώρον, ποιών κρίσιν προσηλύτω καί ορφανώ καί χήρα, καί αγαπά τόν προσήλυτον, δούναι αυτώ άρτον καί ιμάτιον. Κύριον τόν Θεόν σου φοβηθήση, καί αυτώ μόνω λατρεύσεις, καί πρός αυτόν κολληθήση, καί επί τώ ονόματι αυτού ομή, αυτός Καύχημά σου, καί αυτός Θεός σου, ός τις εποίησέ σοι τά μεγάλα καί τά ένδοξα ταύτα, ά είδον οι οφθαλμοί σου.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπόστιχα Ἀναστάσιμα

Ἦχος βαρὺς
Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾍδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Ὑπὸ τὸν ᾍδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.

Δόξα... Ἦχος γ'
Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, Ἅγιοι Πατέρες· τῆς γὰρ Ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον συνοδικῶς κατεβάλετε. Μεθ' ὃν καὶ Μακεδόνιον πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα καὶ Διόσκορον, Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν Ἀκέφαλον. Ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, διατηρεῖν ἐν τῇ πίστει δεόμεθα.
Καὶ νῦν... Θεοτοκίον
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δέ, Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... τών Πατέρων
Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί Έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος βαρύς
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... τών Πατέρων
Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί Έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

Καθίσματα Ἦχος βαρὺς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Καθίσματα Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα...
Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος βαρὺς
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'
• Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
• Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.
Ἀντίφωνον β'
• Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
• Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ'
• Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
• Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ· λατρευτὸν γάρ.
Προκείμενον
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος βαρὺς
Ὁ Εἱρμὸς
«Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

Οἱ δύο Κανόνες τῶν Πατέρων ὧν ὁ πρῶτος ἔχει Ἀκροστιχίδα.

Πλάνης ἀνυμνῶ δεξιοὺς καθαιρέτας.

Ἐν δὲ τοῖς Θεοτοκίοις,
Φιλόθεος.

ᾨδὴ α' Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος
Πλάνης καθαιρέτας δεξιούς, νῦν ἀνυμνῆσαι προθέμενος Δέσποτα, χάριν τὴν σὴν ἄνωθεν, τὴν πανσθενῆ καλῶ καὶ τὴν ἐνέργειαν· δεξιὰ γὰρ ὄντως, σὺ τοῦ Πατρὸς τε καὶ δύναμις.

Λόγοις Προφητῶν τῶν ἱ ερῶν, Εὐαγγελίων τε νόμοις ἑπόμενοι, τοῦ Θεοῦ τὸ ἄγνωστον, καὶ τὸ γνωστὸν σαφῶς ἡμᾶς ἐδίδαξαν, οἱ σοφοὶ Πατέρες, τῆς πλάνης πάντας ῥυσάμενοι.

Ἄνωθεν χορὸς προφητικός, καί, Ἀποστόλων ὁ θεῖος κατάλογος, ἕνα τρισυπόστατον, Θεὸν τρανῶς καὶ πανσθενῆ ἐδίδαξαν, ὃν σεπτοὶ Πατέρες, σαφῶς ἡμῖν ἐξεκάλυψαν.

Νόμοις πειθαρχοῦντες θεϊκοῖς, οἱ θεοφόροι Πατέρες ἐδίδαξαν, κατ' οὐσίαν ἄγνωστον, τὸν ποιητὴν ἁπάντων χρηματίζοντα, ἐνεργείαις μόναις, καλῶς νοεῖσθαι τοῖς βλέπουσι.
Θεοτοκίον
Φῶς τὸ τριλαμπὲς θεουργικῶς, ἐν τῇ γαστρί σου χωρήσασα Δέσποινα, τὰς καρδίας φώτισον, ὡς ἀγαθὴ τῶν εὐσεβῶς ὑμνούντων σε· φῶς γὰρ σὺ καὶ δόξα, καὶ σωτηρία αἰώνιος.

Δεύτερος Κανὼν

Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ
Ἡ τῶν Πατέρων, εὐσεβὴς ὁμήγυρις, ἡ κροτηθεῖσα ποτέ, κατ' Εὐτυχοῦς ὄντως, τὸν Σωτῆρα ὥρισεν, ἀδιαιρέτοις φύσεσιν, ἐν δυσὶ τοῖς τοῦ θείου Πατρὸς Κυρίλλου διδάγμασι, βαίνουσα σαφῶς καὶ ἐμμένουσα.

Ἑξακοσίων, ὁ ἀριθμὸς τριάκοντα, εὐσεβεστάτων ἀνδρῶν, τὴν Εὐτυχοῦς πλάνην, καὶ Σεβήρου αἵρεσιν, καταβαλόντες ἔφασαν. Ἐν δυσὶ ταῖς οὐσίαις, Χριστὸν κηρύττομεν, βαίνοντες ἔπεσι Κυρίλλου τοῦ μάκαρος.

Ὁ μὴ κηρύττων, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ἐνεργείαις Χριστόν, τὸν τοῦ Πατρὸς Λόγον, σχοίη τὸ ἀνάθεμα· ἡ γὰρ τετάρτη Σύνοδος, τῶν Ἁγίων Πατέρων, ἐμφρόνως οὕτως ἐθέσπισε. Πάντες οὖν αὐτοὺς μακαρίσωμεν.
Θεοτοκίον
Δεδοξασμένα, περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.

ᾨδὴ γ'
Ὁ μόνος εἰδὼς
Ἡ πρώτη πηγὴ τῶν ἀγαθῶν, ἡ χάρις ἡ τοῦ Πνεύματος, ὡς ποταμοὺς ὑμᾶς ἀνεστόμωσε, τὴν πλάνην Ἔνδοξοι κατασύροντας, καὶ πιστοὺς ποτίζοντας, εὐσεβείας νάματα, Προφητῶν Ἀποστόλων τὸ κήρυγμα.

Σέργιον καὶ Πύρρον τοὺς δεινούς, προστάτας τῆς αἱρέσεως, Παῦλον καὶ Πέτρον καὶ τὸν Θεόδωρον, γενναίως ἅμα Σοφοὶ καθείλετε, τὴν σεπτὴν στηρίξαντες, Ἐκκλησίαν ἔνδοξοι, Ἀποστόλων Πατέρων τοῖς δόγμασιν.

Ἀνάρχου Θεότητος τρανῶς, ἐνέργειαν συνάναρχον, οἱ θεοφόροι ἀνακηρύξαντες, κτιστὴν ἐδίδαξαν τὴν ἐνέργειαν, τοῦ κτιστοῦ προσλήμματος, ἐν διπλόῃ φύσεων, Υἱόν ἕνα Χριστὸν καταγγείλαντες.
Θεοτοκίον
Ἰδεῖν οἱ ποθοῦντες τὰς αὐγάς, τῆς χάριτος τοῦ Πνεύματος, καὶ τὴν ἀνέσπερον θείαν ἔλλαμψιν, πηγῇ προσδράμωμεν τῇ τῆς χάριτος, τῇ μητρὶ τοῦ κτίσαντος· ἐν αὐτῇ γὰρ ἅπαντα τοῖς πιστοῖς χορηγεῖται τὰ βέλτιστα.

Ἕτερος

Ὁ στερεώσας κατ' ἀρχὰς
Οἱ τῆς Σεβήρου ἀναιδῶς ἐναβρυνόμενοι λόγοις, τοῖς ἰοῦ θανατηφόρου ἐμπλέοις, καταισχύνθητε ἀεί, ἀποχωροῦντες ἅπαντες, τῆς Ἐκκλησίας ὥσπερ λύκοι καὶ κύνες ἁρπάκτορες.

Οἱ θιασῶται καὶ πιστοί, τὸν παντουργὸν καὶ Σωτῆρα, ἐν δυσὶν ἀδιαιρέτοις οὐσίαις, καὶ θελήσεσι διτταῖς, καὶ ἐνεργείαις σέβομεν, τὴν τοῦ Σεβήρου πλάνην· ὅθεν εἰς τέλος τροπούμεθα.

Δεῦτε Σεβήρου Εὐτυχοῦς, καὶ Ἰακώβου τὴν πλάνην, Θεοδώρου Διοσκόρου σὺν τούτοις, ἀποθώμεθα τρανῶς, τὴν δὲ τετάρτην Σύνοδον, τῶν εὐσεβῶν Πατέρων, μέλψωμεν θείοις ἐν ᾄσμασι.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.

Κοντάκιον Ἦχος βαρὺς

Οὐκ έτι φλογίνη ῥομφαία
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, πράϋνον μηχανάς τε, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων κατὰ τῶν δούλων σου.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν ἑαυτοῦ νῶτον δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.

ᾨδὴ δ'
Ὄρος σε τῇ χάριτι
Νόμους τοὺς τοῦ Πνεύματος, μελέτην ποιούμενοι, τοὺς πρακτικοὺς νόμους Σοφοί, καταπεμφθέντας πρὸς ὑμᾶς, ἐκ Ῥώμης ἐδέξασθε, καὶ ἀναπτύξαντες φωτὶ τῷ τοῦ Πνεύματος, τὴν Ἐκκλησίαν καλῶς ἐστηρίξατε.

Ὕμνοις καταστέψωμεν, τὴν θείαν ὁμήγυριν θεοφόρων οἱ πιστοί· τῶν, τὸν σαρκωθέντα Λόγον γάρ, Θεόν τε καὶ ἄνθρωπον, ταῖς ἐνεργείαις ἅμα καὶ τοῖς θελήμασι, τοῖς καταλλήλοις ἡμῖν ἀνεκήρυξαν.

Μέγιστα φυσώμενον, Ὁνώριον πάνσοφοι, ἐπὶ τῷ θρόνῳ καὶ ἀρχῇ, Ῥώμης ποτὲ τῆς παλαιᾶς, καλῶς κατεστρέψατε, καὶ μετὰ τέλος τοῦτον ἀποκηρύξαντες, ὡς τῆς ἀρχῆς καὶ τοῦ θρόνου ἀνάξιον.
Θεοτοκίον
Λόγον ἐνυπόστατον, Παρθένε γεννήσασα, Θεοῦ καὶ φῶς ἀληθινόν, τοὺς ὀφθαλμούς μου τῆς ψυχῆς, διάνοιξον δέομαι, καὶ τῆς ἐκεῖθεν αἴγλης μέτοχον ποίησον· σὺ γὰρ μεσῖτις αὐτοῦ τε καὶ πρύτανις.

Ἕτερος

Σύ μου Χριστὲ Κύριος
Φράσον ἡμῖν, ἄφρον Σεβῆρε καὶ μάταιε, μίαν φύσιν, σύνθετον τὸν ἄναρχον, φῶς τοῦ Πατρὸς Λόγον καὶ Υἱόν· εἰ γὰρ οὕτως εἴποις, καὶ ἄλλην φύσιν ἐσήμανας· ἡ σάρξ γὰρ καὶ ὁ Λόγος, οὐχὶ μία οὐσία, ἀλλὰ δύο ὑπάρχουσιν ἄθλιε.

Μίαν εἰπών, φύσιν τοῦ Λόγου ἐπήγαγε, σαρκωθεῖσαν, φύσιν ἀνθρωπότητος, ἄνευ τροπῆς, ὅλως καὶ φυρμοῦ, ὁ Ἀλεξανδρέων, διδάσκαλός τε καὶ πρόεδρος, τρανῶς τάς δύο φύσεις, καὶ θελήσεις διδάσκων, τοὺς φρονεῖν ὀρθοδόξως ἐθέλοντας.

Δύο Χριστοῦ, ἅπαντες φύσεις κηρύττομεν, ἀσυγχύτως, πᾶσαν τὴν δυσσέβειαν, τοῦ Εὐτυχοῦς, ἄρδην οἱ πιστοί, καὶ τοῦ Διοσκόρου, τοῦ ἄφρονος στηλιτεύοντες, ἑπόμενοι τῷ ὅρῳ, τῶν Ἁγίων Πατέρων, καὶ Κυρίλλου τοῦ θείου τοῖς ἔπεσι.
Θεοτοκίον
Χερουβικόν, ὄχημα σὺ Θεομῆτορ ἁγνή, σὺ χωρίον, σὺ καὶ ἐνδιαίτημα, τοῦ πατρικοῦ, Λόγου καὶ Θεοῦ, τοῦ ἐκ σῶν ἀχράντων, λαγόνων σάρκα φορέσαντος· διὸ διτταῖς οὐσίαις, τὸν ἐκ σοῦ σαρκωθέντα, προσκυνοῦντες ἀπαύστως δοξάζομεν.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι· Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι' ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου Σῶτερ, δι' Ἀναστάσεως ἀνέδειξας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς πανύμνητε, ἐπεὶ οὐκ ἔγνως ἄρρενος εὐνήν, ἀλλ' ἐξ ἁγίου κύεις Πνεύματος.

ᾨδὴ ε'
Ὁ φωτίσας τῇ ἐλλάμψει
Νομοθέτας θεοφόροι Χριστὸς ὑμᾶς ἔδειξεν, ὁδηγοῦντας ὡς Μωσῆς, Ἰσραὴλ νέον ἄριστα, Φαραὼ τὸν ἔχθιστον, βυθῷ δεινῷ τῆς ἀπωλείας, ὥσπερ ἐκεῖνος ποντίσαντας.

Ὡς καλλίστη καὶ λαμπρὰ τῶν Πατέρων ἡ Σύνοδος· τὸν ἁπλοῦν γάρ, Ἰησοῦν ἐκμαθοῦσα καὶ σύνθετον, ὡς Θεὸν καὶ ἄνθρωπον, διπλᾶς αὐτοῦ τὰς ἐνεργείας, πᾶσι κηρύττει τοῖς πέρασι.

Δῶρον θεῖον τὰς ἐκ Ῥώμης γραφὰς λογισάμενοι, ἐπ' ἐκείναις εὐσεβείας τὸν πύργον ἐστήριξαν, οἱ σοφοὶ Διδάσκαλοι, διττὰς Χριστοῦ τὰς ἐνεργείας, ὡς καὶ τάς φύσεις κηρύξαντες.

Ἐξηλέγχθη Παῦλος Πέτρος ὁμοῦ καὶ Θεόδωρος, σὺν τῷ Πύρρῳ καὶ Σεργίῳ, Ὁνώριος σύγχυσιν τοῦ Χριστοῦ τῶν φύσεων, τῆς ἐνεργείας τῇ συγχύσει, κατασκευάζοντες αἴσχιστα.
Θεοτοκίον
Ὅλη Κόρη φωτισμὸς σὺ ὑπάρχεις καὶ ἔλλαμψις, τοῦ ἀδύτου φωτισμοῦ χρηματίσασα τέμενος· διὰ τοῦτο δέομαι, φωτὶ τῷ σῷ Θεογεννῆτορ, ψυχῆς τὰς κόρας μου φώτισον.

Ἕτερος

Ἵνα τὶ με ἀπώσω
Ὦ Σεβῆρε τὰς φύσεις, τοῦ Χριστοῦ μὴ συγχέῃς δεινῶς παράνομε· οἱ γὰρ θιασῶται, καὶ παμμάκαρες πάντες Διδάσκαλοι, ἐν δυσὶν οὐσίαις, καὶ ἐν ἑνὶ Χριστὸν προσώπῳ, καταγγείλαντες πᾶσιν ἐξέθεντο.

Προσελάβετο φύσιν, τὴν τῆς ἀνθρωπότητος σαφῶς ὁ ἄναρχος, τοῦ Πατρὸς ὁ Λόγος, ὡς φιλάνθρωπος, θέλων οἰκτῖραι ἡμᾶς, τοὺς ἀπολωλότας· ὅθεν αὐτὸν ἀνακηρύττω, ἐν οὐσίαις δυσὶ καὶ θελήμασι.

Τὸν Σεβῆρον καθεῖλεν, ἡ τετάρτη Σύνοδος καὶ τὸν Διόσκορον, Χριστὸν βλασφημοῦντας, βεβαιοῦσα τὸν τόμον τοῦ Λέοντος, τοῦ Προέδρου Ῥώμης, πάνυ καλῶς τὰς δύο φύσεις, τοῦ Σωτῆρος ἀτμήτως ὁρίζοντα.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο, ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν, ἀλλ' ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι' ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.

ᾨδὴ ς'
Σπλάγχνων Ἰωνᾶν
Ξένην καὶ καινήν, σύγχυσιν τῶν φύσεων, Χριστοῦ τὸ δεινὸν ὄντως συνέδριον, ἐξηρεύξαντο, τὰς διττὰς ἐνεργείας συγχέαντες, εἰς ἐνέργειαν τὴν μίαν καὶ ἀλλόκοτον, ἥνπερ ὀρθοδόξων πλήρωμα, ἱερῶν περιβόλων ἀπήλασεν.

Ἴνα τὸν δεινόν, ἐκφύγῃ Νεστόριον, δυάδα υἱῶν κακῶς εἰσάγοντα, τὸ συνέδριον, τὸ τῆς πλάνης ἐκ βόθρου εἰς βάραθρον, ἐξωλίσθησε θελήσεων καὶ φύσεων, μάτην δογματίζον σύγχυσιν, ἀλλὰ θείοις Πατράσι διήλεγκται.

Ὅνπερ τῷ Πατρί, Υἱὸν ὁμοούσιον, Πατέρες τὸ πρὶν τρανῶς ἐκήρυξαν, σὺν τῷ Πνεύματι, Διδασκάλων ἐνθέων ὁ σύλλογος, ἐνεργείαις θεϊκαῖς πάντας ἐδίδαξαν, μίαν φυσικὴν γνωρίσαντες, τὴν ἐνέργειαν ἅμα καὶ θέλησιν.

Ὑποστατικήν, φρονοῦντες τὴν θέλησιν, εἰσῆγον κακῶς σὺν ταῖς θελήσεσι, καὶ τὰ πρόσωπα, τῶν θελόντων τῆς πλάνης οἱ πρόμαχοι, οὕσπερ κάλλιστα Πατέρες ἐξελέγξαντες, φύσει συμφυῆ διδάσκουσι, τὴν κατάλληλον ταύτης ἐνέργειαν.
Θεοτοκίον
Θύρα θεϊκῆς, ἀκτῖνος σὺ Δέσποινα, πηγή τε φωτός, ἀδύτου γέγονας· τὸ γὰρ πλήρωμα, τῆς Θεότητος ἅπαν ἐσκήνωσεν, ἀπορρήτως ἐν τῇ μήτρᾳ σου πανάμωμε, οὗπερ φυσικὴν ἐνέργειαν, καὶ τὴν αἴγλην βραβεύεις τοῖς χρῄζουσιν.

Ἕτερος

Ἱλάσθητί μοι Σωτὴρ
Αἱ δύο ἐπιστολαί, Κυρίλλου αἱ πρὸς τὸν Σούκενσον, ἀποσταλεῖσαι ποτέ, Ἑῴας τὸν πρόεδρον, ἐλέγχουσιν ἅπασαν, τὴν Σεβήρου πλάνην, εὐσεβῶς Χριστὸν κηρύττουσαι.

Ὁ Κύριλλος τὸν Χριστόν, κηρύττει ἐν δύο φύσεσι, καὶ ἐνεργείαις διτταῖς, Σεβήρου τὴν αἵρεσιν, τοῦ ἄνου τρεπόμενος· διὸ πάντες τούτου, τοῖς διδάγμασιν ἐμμένομεν.
Θεοτοκίον
Παρθένον σε καὶ ἁγνήν, Θεογεννήτορα ἔνδοξον, Μαρία οἱ εὐσεβεῖς, κυρίως κηρύττομεν, ἐμφράττοντες δύσφημον Νεστορίου στόμα, Διοσκόρου τε κακόνοιαν.
Κοντάκιον Ἦχος πλ. δ'
Αὐτόμελον
Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀκούσωμεν βοώσης, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατὴρ ἐστι τῆς σοφίας. Τοῦτο τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέω ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον. Ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγὼ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλήν μου ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ.
Στίχοι
• Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος,
• Χριστῷ παραστάς, τέρπεται σὺν Ἀγγέλοις.
• Ὀγδοάτῃ δεκάτῃ φλογὶ Αἰμιλιανὸς ἐβλήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Θεῆς καὶ Οὐαλεντίνης.

Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι.

Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται.

Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται.

Ὁ ὅσιος Παμβὼ ἐν εἰρήνῃ τελειοῦται.

Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου.
Στίχοι
• Πόλου νοητοῦ ἀστέρες σελασφόροι,
• Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.

Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ξύλῳ νεκροῦται, Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται· δι' ἐμὲ σταυροῦται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἀναστάντα, Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε· σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐξήνθησας, τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς, ὁ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε Θυγάτηρ, Ἀδὰμ τοῦ φθαρέντος, χαῖρε ἡ μόνη Θεόνυμφος, χαῖρε δι' ἧς ἡ φθορὰ ἐξωστράκισται, ἡ Θεὸν κυήσασα, ὃν δυσώπει Ἁγνή, σωθῆναι πάντας ἡμᾶς.

ᾨδὴ ζ'
Σὲ νοητὴν Θεοτόκε
Σὲ τὸν Υἱόν, τοῦ Θεοῦ καὶ ἄνθρωπον, κατανοήσαντες χοροί, θεολόγων Δέσποτα πρίν, κόσμῳ σε ἐκήρυξαν, διπλοῦν ταῖς θελήσεσι, καὶ ἐνεργείαις φιλάνθρωπε, σοῦ τὸ διπλοῦν ἑκατέρων, τῶν φύσεων πιστούμενοι.

Κόσμος λαμπρός, Ἐκκλησίας ὤφθητε· τῶν Ἀποστόλων γὰρ καλῶς, ἐκδεξάμενοι τοὺς θεσμούς, πάντας ἐδιδάξατε, λόγον τὸν τῆς πίστεως, τριαδικὸν ἕνα Κύριον, δημιουργόν ἐνεργόν, θελητικὸν παντοδύναμον.

Ἄκτιστον φῶς, καὶ ζωὴν ἀθάνατον, κατανοήσαντες Θεόν, ὑπὲρ ταῦτα τοῦτον καλῶς, πᾶσιν ἐκηρύξατε, φύσεως κατώτερα, τὰ φυσικὰ ἰδιώματα, τὰ συμφυῆ ἐγνωκότες ὁμοῦ καὶ ἀδιαίρετα.

Θείου φωτός, ἀστραπὰς ἐξέπεμψεν, ὑμᾶς εἰς κόσμον ὁ Χριστός, τοὺς τῆς πλάνης δημιουργούς, ἄρδην καταφλέγοντας, πᾶσαν δὲ φωτίζοντας, τὴν Ἐκκλησίαν μακάριον, τὸν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν καὶ παντοδύναμον.
Θεοτοκίον
Ἔλαμψε φῶς, ὁ Χριστὸς ἀνέσπερον, ἐκ σῆς νηδύος προελθών, καὶ τὸν κόσμον ἔσωσε πρίν, ὁ ὑπερυψούμενος, ὄνπερ καθικέτευε, Θεογεννῆτορ φωτίσαι μου, τῆς σκοτισθείσης καρδίας, τὰ νοούμενα ὄμματα.

Ἕτερος

Θεοῦ συγκατάβασιν
Δυσὶ μὲν ἐν φύσεσι, καὶ ἐνεργείαις ὁμολογοῦντες Χριστόν, ἀσυγχύτως ἀτρέπτως, τὴν τοῦ Σεβήρου πλάνην τροπούμεθα· ὅθεν τὸ πάθος προσλήψει ὑποίσαντι σαρκός, βοῶμεν αὐτῷ· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἕνα ἐπιστάμεθα, τὸν ἐπὶ ξύλου καὶ ἐν τοῖς κόλποις Πατρός, ὡς Θεὸν ἐν ὑψίστοις, καὶ ἐν μνημείῳ ὡς συνημμένον σαρκί, ᾧ μελῳδοῦμεν, συμφώνως κραυγάζοντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀρείου τὴν κένωσιν, κατατομήν τε τοῦ σμικροθέου, πιστοὶ τὴν συναίρεσιν αὖθις, τοῦ Σαβελλίου, τῶν τῆς Τριάδος ἐχθρῶν μεμισηκότες, Τριάδι κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές, καὶ συναΐδιον.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἄφλεκτος πυρί, ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ, καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους ἐν πυρί, ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄχραντος, Ἀμνός, λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας τοῦτον χωρὶς παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄφθαρτος οὐκ οὖσα, πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σάρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν, ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη, καὶ θνητοὺς καινουργεῖ κράζοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοῦ τὸ καθαρόν, καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀπεκάθηρε, καὶ γέγονας τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς αἰτία Πάναγνε· πάντες διό σε, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ
Ἀποστόλων τε καὶ Προφητῶν, ὡς ἐξ ὁρμητηρίου, Πατέρες κεκινημένοι, τῆς ἐνθέου διδαχῆς, ἐκήρυξαν λέγοντες· Εἷς ὑπάρχει Κύριος πάντων, Χριστὸς ἐν ὑποστάσει, διπλοῦς τὰς φύσεις, ὁμοῦ καὶ ἐνεργείας.

Ἵνα πλάνην πᾶσαν ἀναιδῆ, καλῶς καὶ βλασφημίαν, Πατέρες τῆς Ἐκκλησίας, ἐξορίσωσιν ὁμοῦ, ἐνέργειαν θέλησιν οὐσιώδη, ἄκτιστον φέρειν τὸν Κύριον ἀνεῖπον, τήν κτιστὴν δὲ πάλιν, ὡς Ἄνθρωπον καὶ Κτίστην.

Ῥῆμα θεῖον σχόντες ἐν χερσί, Πατέρες ὥσπερ ξίφος, ἐχθροὺς τοὺς τῆς εὐσεβείας κατεπλήξατε καλῶς, ἐνέργειαν θέλησιν τοῦ Σωτῆρος, πάντα τε τούτου τὰ φυσικὰ προσφόρως, διπλᾶ προσειπόντες, καθάπερ καὶ τὰς φύσεις.
Θεοτοκίον
Ὅλη Κόρη ὅλη εἶ καλή, ὅλη φωτοειδής τε φωσφόρος καὶ θεοφόρος, ὅλη μόνη καὶ λαμπρά· διό μου τὰ ὄμματα τῆς καρδίας φώτισον, πνέοντος Δέσποινα, τὴν δόξαν σου καὶ τετρωμένου, τῷ πρὸς ἐκείνην πόθῳ.

Ἕτερος

Ἑπταπλασίως κάμινον
Καταισχυνέσθω πρόσωπα, καὶ φιμούσθω τὰ στόματα, τῶν μὴ κηρυττόντων, ἐν δυσὶ ταῖς φύσεσιν, ἀτμήτως ἀτρέπτως τε, καὶ ἀσυγχύτως ἕνα Υἱόν· οἱ γὰρ εὐσεβεῖς, πάντες κοινῶς συμφρονοῦμεν, κατ' ἄλλο μὲν καὶ ἄλλο, ἐνεργεῖν τε καὶ θέλειν, Χριστὸν οὐ μὴν προσώποις, κατ' ἄμφω δὲ τὰς φύσεις.

Οἱ Ἰακώβου ἔχοντες τοῦ Κεντόνου ἐπίκλησιν, ὄνομά τε τούτου, ἑαυτόῖς ἐγγράφοντες, ἡμῖν ἀποφήνατε. Εἰ ἐν τῇ κλήσει τούτου ὑμεῖς, ἐν τῇ κολυμβήθρᾳ, ἐβαπτίσθητε πάλαι· διὸ αὐτοῦ πρὸς χάριν, τοῦ Χριστοῦ ἀποστάντες, ληρεῖτε ὡς ἐκεῖνος, σαφῶς ἀναισχυντοῦντες.

Ἐν Χαλκηδόνι Σύνοδος, ἡ τετάρτη Διόσκορον, Εὐτυχῆ Σεβῆρον, τοὺς δεινοὺς κατέβαλεν, εἰς τέλος ἐξώσασα, τὴν ἀκανθώδη πλάνην αὐτῶν, τὴν συγχυτικήν, τῶν οὐσιῶν τοῦ Σωτῆρος, τῆς θείας Ἐκκλησίας, τοῦ Χριστοῦ καὶ Δεσπότου, μεθ' ἧς ὀρθοδοξοῦντες, μισήσωμεν δὴ τούτους.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀ πείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου Σὲ μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ τῇ Θεότητι πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες· Κύριον δόξης γάρ, σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ, ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ τῶν σωμάτων τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ἡ σάρξ τοῦ ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, Ἀναστάσεως, ἣν ἐλπίζομεν.
Τριαδικὸν
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ θεοτήτων Τριάδα, ἀλλ' ὑποστάσεων, οὐδὲ Μονάδα προσώπων, ἀλλὰ Θεότητος, σέβοντες, τέμνομεν, τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης, ἣν μεγαλύνομεν.

ᾨδὴ θ'
Τύπον τῆς ἁγνῆς
Ἔχοντες Χριστὸν μακάριοι ἐν ἑαυτοῖς, τὰ θεῖα πάλαι λαλήσαντα, καὶ νῦν καθαρῶς, τῷ καθαρῷ συναπτόμενοι, τὴν αὐτοῦ Ἐκκλησίαν στηρίξατε, ἣν πόνοις καὶ ἱδρῶσι, μεγίστοις ὄντως συνεστήσατε.

Τύπος καὶ κανὼν γεγόνατε, τῇ Ἐκκλησίᾳ πάσῃ Θεοῦ Τρισόλβιοι, σάρκωσιν Χριστοῦ, θεολογεῖν ἐκδιδάξαντες, τῆς ἀκτίστου μιᾶς τε Θεότητος, τὴν νῦν τε γλωσσαλγίαν, προφητικῶς ἀποκρουσάμενοι.

Ἅπαν δυσσεβείας πρόβλημα, προφητικῶς Πατέρες καλῶς ἐλύσατε, τὴν διαφοράν, τῆς ἐνεργείας διδάξαντες, φυσικὴν ἀδιαίρετον ἄκτιστον, ἀξίως προσειπόντες, καὶ παντουργὸν καὶ παντοδύναμον.

Στόμα τοῦ Θεοῦ γενόμενοι, ταῖς ἐνεργείαις μόναις καὶ ταῖς ἐκλάμψεσι, μεθεκτὸν αὐτόν, ὡς ἀγαθὸν ἐκηρύξατε, τὸν τῇ φύσει ἀπρόσιτον Ἅγιοι· ὅθεν ὑμᾶς ἀξίως, ὡς εὐεργέτας μακαρίζομεν.
Θεοτοκίον
Σὺ μοι τῆς ᾠδῆς πανύμνητε, καὶ κορωνὶς χρυσῆ καὶ θεῖον συμπέρασμα· ἥνπερ τῆς φυγῆς, ἐπανελθὼν νῦν ἀνέθηκα, τῷ Υἱῷ σου σεμνὴ εὐχαριστήριον, τὸν ὕμνον σοι συνάγων, ὡς τῶν καλῶν αἰτία Πάναγνε.

Ἕτερος

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς
Διῆλθεν ὁ Σεβῆρος τὴν τοῦ Χριστοῦ, εὐαγῆ Ἐκκλησίαν ὁ δόλιος, καὶ τὴν ποινήν, ψήφῳ τῶν Πατέρων τῶν εὐσεβῶν, της βλασφημίας ἕνεκα, καὶ τῆς στωμυλίας τῆς ἑαυτοῦ, ἐδέξατο δικαίως, καὶ ἔρριπται συλλόγου, τῶν Διδασκάλων ὁ κατάκριτος.

Τὰς φύσεις τὶ συγχέεις τὰς τοῦ Χριστοῦ, καὶ φυρμὸν ἀντεισάγεις καὶ σύγκρασιν, τὸ τοῦ Σταυροῦ, πάθος προσαρμόττων καὶ τὴν ταφήν, τῇ ἀπαθεῖ Θεότητι, τοῦ μονογενοῦς Λόγου τοῦ Θεοῦ, ὦ δείλαιε Σεβῆρε; διόπερ τὴν μεγίστην, σοῦ βλασφημίαν βδελυττόμεθα.
Θεοτοκίον
Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξούντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα, στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'
Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

τῶν Ἁγίων Πατέρων
Γυναῖκες ἀκουτίσθητε
Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα Πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα Λόγον δοξάζειν, καὶ τὸ Πανάγιον Πνεῦμα.
Θεοτοκίον
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι' ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, τῇ ἐκ νεκρῶν Ἀναστάσει.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος βαρὺς
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ Μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.

Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ.

Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονίσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται Ἱερώτατοι.

Δόξα... Ἦχος πλ. δ'
Γεωργίου Νικομηδείας
Τῶν Ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Ἐκκλησίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος δ’.

Ευλογητός εί, Κύριε, ο Θεός των πατέρων ημών.

Στίχ. Ότι δίκαιος εί επί πάσιν οίς εποίησας ημίν.

Προς Τίτον Επιστολής Παύλου το Ανάγνωσμα.

Τέκνον Τίτε, 8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Ευαγγέλιον

Κυριακή των Αγ. Πατέρων της Δ΄ Οικουμενικής Συνόδου (Ματθ. 5,14-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοὺ μαθηταίς• 14. ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη• 15. οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας• οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν• ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
25 -7-2010

† ΚΥΡΙΑΚΗ Θ΄ ΜΑΤΘΑΙΟΥ. † ῾Η κοίμησις τῆς ἁγίας ῎Αννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου. ᾿Ολυμπιάδος διακόνου (†408-410) καὶ Εὐπραξίας (†413) ὁσίων• μνήμη τῆς ἐν Κωνσταντινουπόλει ε΄ Οἰκουμενικῆς συνόδου (553). ῏Ηχος πλ. δ’ ἑωθινὸν θ΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος πλ. δ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Ἦχος πλ. δ’.

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

τοῦ Μηναίου

Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων

Μνήμην τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων, δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων

Μνήμην τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων, δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς.

Στίχ. αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ἡ πρώην ἄγονος στεῖρα, ἡ ἐκβλαστήσασα, τὴν ἀπαρχὴν τοῦ γένους, τῆς ἡμῶν σωτηρίας, σήμερον μετέστη πρὸς τὴν ζωήν, τὴν ἐκεῖθεν αἰτοῦσα Χριστόν, τοῦ δωρηθῆναι πταισμάτων τὸν ἱλασμόν, τοῖς ἐν πίστει ἀνυμνοῦσιν αὐτόν.

Στίχ. Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Μνήμην Δικαίων τελοῦντες, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου, πρὸς ἄληκτον καὶ θείαν, μεταστήσαντα νῦν, ὡς Μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

Δόξα... Ἦχος πλ. δ'
Ἀνατολίου
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβευσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν
Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Ἀπόστιχα Ἀναστάσιμα

Ἦχος πλ. δ'
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ. δ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα...
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν... Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.

Καθίσματα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα...
Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

Καὶ νῦν... Ἦχος γ'
Τὴν ὡραιότητα
Ἡ εὐκλεέστατος καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μέτ' Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας.

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα...
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Καὶ νῦν... Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὰς νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων ὑπέρκεισαι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος∙ συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων∙ εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία∙ ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν θ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Κανὼν τῆς Ἁγίας

ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
«῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν»
Πταισμάτων συγχώρησιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, καὶ θείαν ἔλλαμψιν, νῦν μοι αἴτησαι, τὴν σὴν φωσφόρον μνήμην, γεραίροντι σήμερον, Ἄννα πανεύφημε.

Ζωὴν τὴν κυήσασαν, θεοπρεπῶς ἀπεκύησας· διὸ πρὸς ἀείζωον, ζωὴν μεθέστηκας, ἀπολαύουσα, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀνεσπέρου τε, Ἄννα θεόκλητε.

Ἡ χάρις ἡ ἔνθεος, πρὸς τὴν χαρὰν μεταβέβηκεν, ἀσπόρως ἣν ἔτεκε, θυγάτηρ ταύτης ἁγνή, καὶ παρίσταται, πολλῇ σὺν παρρησίᾳ, Κυρίῳ πρεσβεύουσα, σωθῆναι πάντας ἡμᾶς.
Θεοτοκίον
Ἐκ σοῦ ἡμῖν ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, καὶ πᾶσαν κατηύγασε, θεογνωσίᾳ τὴν γῆν, καὶ διέλυσεν, ἀχλὺν τῆς ἀθεΐας, Ἁγνὴ παναμώμητε, καὶ παμμακάριστε.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Τῆς Ἁγίας

ᾨδὴ γ'
Οὐκ ἐν σοφίᾳ
Τὴν συλλαβοῦσαν, τὸν συνέχοντα πάντα συνέλαβες, καὶ ἐκύησας Χριστόν, τὴν ὑπὲρ λόγον κυήσασαν· διό σου τὴν κοίμησιν, Ἄννα γεραίρομεν.

Μέτ' ἐγκωμίων, ἐκτελεῖται ἡ ἔνδοξος μνήμη σου· ὅτι ἔτεκες ἡμῖν, τὴν ἐγκωμίων ἐπέκεινα, ἁγνὴν Θεομήτορα, Ἄννα θεόκλητε.

Ἥλιος ὥσπερ τῇ σελήνῃ τῇ Ἄννῃ ἑνούμενος, ὁ κλεινὸς Ἰωακείμ, τῆς παρθενίας ἀκτῖνα γεννᾷ, δι' ἧς τῆς Θεότητος, αὐγὴ ἐπέλαμψε.
Θεοτοκίον
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.
Ὁ Οἶκος
Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τῆς μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα· διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Τῆς Ἁγίας

ᾨδὴ δ'
Ὁ καθήμενος ἐν δόξῃ
Τὰ ἐν νόμῳ γεγραμμένα, μελετῶσα ἐτέλεσας, καὶ τοῦ νομοθέτου, μήτηρ τῆς μητρὸς ἐχρημάτισας· διὸ νῦν πᾶσα ἡ κτίσις ἐποφείλει σοι, ἐκτελοῦσά σου, χαρμονικῶς τὸ μνημόσυνον.

Μακαρία ἡ κοιλία ἀληθῶς ἡ βαστάσασα, τὴν τὸ φῶς τοῦ κόσμου, ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, ὡς θηλάσαντες, τὴν θηλάσασαν, Ἄννα Χριστόν τὴν τροφὴν ἡμῶν.

Ὡς βιώσασα ἀμέμπτως, τὴν ἀμέμπτως κυήσασαν, Θεοτόκον Κόρην, Λόγον τοῦ Πατρὸς ἀπεκύησας, καὶ πρὸς αὐτὸν μετὰ δόξης προσεχώρησας, θεουμένη, σεπταῖς μετοχαῖς ἀληθέστατα.
Θεοτοκίον
Τῆς παρθένου ἡ κοιλία, θημωνία ὡς ἅλωνος, ἀληθῶς ἐδείχθη, στάχυν ἀγεώργητον ἔχουσα, δι' οὗ ἐκτρέφεται πᾶσα κτίσις, κράζουσα· Παντοδύναμε, Δόξα Χριστὲ τῇ δυνάμει σου.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τῆς Ἁγίας

ᾨδὴ ε'
Ἀσεβεῖς οὐκ ὄψονται
Οὐρανὸν ἐκύησας, ἐν γῇ ὡς ἀληθῶς, τὴν τεκοῦσαν τὸν οὐρανοῦ, ποιητὴν τὸν σήμερον, σὲ μεταθέμενον, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης Ἄννα Ἔνδοξε.

Ταῖς ἀΰλοις τάξεσιν, ἀΰλω τῷ νοΐ, συγχορεύεις περιχαρῶς, πληρουμένη λάμψεως, τῆς πλουτοδότιδος, ἀλλ' ἡμῶν μνημόνευε, τῶν ἐν πίστει μεμνημένων σου.

Ἱεσσαὶ βλαστήσασαν, ἐκ ῥίζης ἐμφανῶς, εὐθαλῆ ῥάβδον τὴν Ἁγνήν, ἐκβλαστάνεις ἔνδοξε, τὴν ἐκβλαστήσασαν, ἄνθος τὸ ἀμάραντον, Ἰησοῦν τὸν Λυτρωτὴν ἡμῶν.
Θεοτοκίον
Ἐπὶ σὲ κατέφυγον, τὴν μόνην κραταιάν, τῶν πιστῶν σκέπην, ἐπὶ σοὶ τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, Παναγία Δέσποινα, Θεοτόκε μὴ παρίδῃς με.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τῆς Ἁγίας

ᾨδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς
Κυρίου, Ἰησοῦ τοῦ Θεοῦ οἱ προπάτορες, Ἰωακείμ τε καί, Ἄννα, οἱ δικαιοσύνῃ κεκοσμημένοι, ἐπαξίως, ἐν ᾠδαῖς εὐφημείσθωσαν σήμερον.

Ἁπάντων, ἐγκωμίων ἡ Ἄννα ὑπέρκειται, ὅτι παντὸς ἐγκωμίου, τὴν ὑπερκειμένην ἐκύησε· διὰ τοῦτο, ἐν χορῷ τῶν Ἁγίων αὐλίζεται.

Φωσφόρος, καὶ λαμπρότητος πλήρης ἡ μνήμη σου, μαρμαρυγὰς τοῖς ἐν κόσμῳ, τὰς σωτηριώδεις ἐκπέμπουσα, σῶφρον Ἄννα, χαρισμάτων παντοίων ἀνάπλεως.
Θεοτοκίον
Ἐξ, Ἄννης, ἡ τοῦ κόσμου ἐτέχθης Βασίλισσα, τὸν τοῦ παντὸς Βασιλέα, καὶ τεκοῦσα καὶ παρθενεύουσα, μετὰ τόκον, Χερουβὶμ ἀνωτέρα Πανάμωμε.

Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Στίχοι
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Στίχοι
Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

Τῆς Ἁγίας

ᾨδὴ ζ'
Ὁ διασώσας ἐν πυρὶ
Ὡς τῆς ζωῆς τῆς ἀληθοῦς, Ἄννα τὴν μητέρα τεκοῦσα, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μετετέθης πιστῶς ἀνακράζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Ἡ τῆς μητρὸς τοῦ Λυτρωτοῦ, μήτηρ χρηματίσασα Ἄννα, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, ἀρεταῖς κοσμουμένη ἀνέδραμες, ἐν αἰνέσει κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Πρὸς ἀτελεύτητον ζωήν, πρὸς εὐρυχωρότατον πλάτος, τοῦ Παραδείσου τῆς τρυφῆς, πρὸς ἀνέσπερον φῶς ἐξεδήμησας, θεοφόρε κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Ὡραϊσμένη καλλοναῖς, ταῖς τῶν ἀρετῶν τὸν ὡραῖον, ὑπὲρ υἱοὺς τῶν γηγενῶν, ἀπεκύησας Λόγον Πανάμωμε, τὸν τερπναῖς ὡραιότησι, τοὺς αὐτὸν ὑμνολογοῦντας κατακοσμοῦντα.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ἁγίας

ᾨδὴ η'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον, αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Τῆς Ἁγίας

ᾨδὴ θ'
Εὔα μὲν τῷ τῆς παρακοῆς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε.

Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα.

Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν.

Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.
Θεοτοκίον
Μαρία κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα πλημμελήμασι, σὺ ἐλευθέρωσον· αὐτὴ γάρ, τὸν ἐλευθερωτὴν πάντων τέτοκας, δουλείας τὸν ἡμᾶς λυτρωσάμενον, τῆς ἁμαρτίας θείῳ νεύματι.

Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος πλ.δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'
Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.

Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς
Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος πλ. δ' πλ. δ'
1. τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

Στίχ.«᾿Αγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις».

Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.

Στίχ. «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον».

Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν.

Δόξα... ΕΩΘΙΝΟΝ Θ' Ἦχος πλ. α'
Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε

Του ναού…

Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν

Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος βαρύς.

Ευφρανθήσεται δίκαιος έν τώ Κυρίω.

Στίχ. Εισάκουσον, ο Θεός, της φωνής μου.

Προς Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.

Αδελφοί, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι' ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· 25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Ευαγγέλιον

Κυριακή Θ΄ Ματθαίου (Ματθ. 14,22-34)
Τῷ καιρῷ ἐκείνω, 22. ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24. τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων• ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26. καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων• θαρσεῖτε, ἐγώ εἰμι• μὴ φοβεῖσθε. 28. ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε• Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29. ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30. βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων• Κύριε, σῶσόν με. 31. εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ• ὀλιγόπιστε εἰς τί ἐδίστασας; 32. καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος• 33. οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες• ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»•

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
1-8-2010

† ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ. ῾Η πρόοδος τοῦ τιμίου Σταυροῦ, ἤ τοι ἡ ἔξοδος αὐτοῦ ἐκ τοῦ ἱεροῦ παλατίου εἰς τὴν Πόλιν• τῶν ἁγίων ἑπτὰ παίδων Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ ᾿Ελεαζάρου τοῦ διδασκάλου αὐτῶν (166 π.Χ.). ᾿Ελέσης ὁσιομάρτυρος τῆς ἐν Κυθήροις .῏Ηχος α΄, ἑωθινὸν ι΄.

᾿Αρχὴ τῆς νηστείας τοῦ δεκαπενταυγούστου

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος α’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος α’.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι’ ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὅτι Σταυρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
τοῦ Μηναίου

Στιχηρὰ τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Ὡς κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει, παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας, ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον, καὶ προσκυνοῦσι καὶ σέβουσιν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Στιχηρὰ τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Ὡς κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει, παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας, ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον, καὶ προσκυνοῦσι καὶ σέβουσιν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Οἱ τοῦ βίου τοῖς κύμασι, θαλαττεύοντες ἄνθρωποι, παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα σωτήριον, τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ πνεύματα, καὶ ῥαγήσεται πάθη, καὶ πρὸς ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς καταντήσομεν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ὑπὲρ ἥλιον ἔλαμψεν, ὁ Σταυρὸς ὁ πανάγιος, ὡς ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας ἰάματα· προσέλθωμεν ἄνθρωποι, οἱ τῷ σκότει τῶν δεινῶν, συνεχόμενοι πάντοτε, καὶ ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων, τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν μεγαλύνοντες.

Δόξα... Ἦχος πλ. δ'
Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ Λῃστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

Καὶ νῦν Ἦχος α’.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά

Τὸ Ἀναστάσιμον. Ἦχος α’.
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ’ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἀλλ’ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεός, πεπλήρωται ἡ λέγουσα. Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἐλευθεροῦται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα. Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε, Κύριε δόξα σοι.

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα... Καὶ νῦν...
Τοῦ Σταυροῦ Ἦχος ὁ αὐτὸς
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος α’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον. Ἦχος α’

Μετὰ τὴν α’ Στιχολογίαν,
Καθίσματα Ἀναστάσιμα. Ἦχος α’.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.

Καὶ νῦν. Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ἡ φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μέτ' εὐλαβείας καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα.
Τοῦ λίθου σφραγισθέντος.

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.

Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.

Καὶ νῦν. Ἦχος δ'
Ἐπεφάνης σήμερον
Εὐφροσύνης πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος· καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ καὶ τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ πίστεως.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

ἡ Ὑπακοή.

Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί.

Ἀντίφωνον Α’.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.

Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Β’.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ’.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.

Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.

Προκείμενον.
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ι’

Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος.
Ἦχος α’.
ᾨδὴ α’. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῷσον ἡμᾶς.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

Ὁ Κανὼν τοῦ Σταυροῦ, οὗ ἡ Ἀκροστιχίς.

Τὸ προσκυνητὸν πάντες ὑμνοῦμεν Ξύλον.
Ποίημα Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ
Τὸν τοῦ Κυρίου ζωηφόρον σήμερον, Σταυρὸν νοῒ καθαρῷ, καὶ εὐσεβεῖ γνώμῃ, πάντες προσκυνήσωμεν· πρόκειται γὰρ δωρούμενος, τοῖς αὐτῷ προσιοῦσιν, ἁγιασμὸν καὶ σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.

Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν, αἴνεσιν Κυρίῳ προσάγοντες.

Πρόκειται ξένον τοῖς ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσκυνούντων αὐτόν.

Ῥάβδος ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν τέμνουσα, δι' οὗ ἡμεῖς πίστει, ἀποντίστως πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν, καὶ θείας γαλήνης πληρούμεθα.
Ἢ Σταυροθεοτοκίον
Ὅτε σε τέκνον ἀπορρήτως ἔτεκον, ὠδῖνας ἔφυγον, καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ γὰρ σε κρεμάμενον, ὡς κακοῦργον ἐν ξύλῳ, τὴν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ Πάναγνος κλαίουσα.

ᾨδὴ γ’. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Τοῦ Σταυροῦ

ᾨδὴ γ'
Ὁ στερεώσας
Σταυρὸς ἁπάντων τῶν καλῶν, παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι, τοῦ ἐν αὐτῷ βουλήσει, ἀνυψωθέντος Θεοῦ ἡμῶν.

Καταυγαζόμενοι φωτί, τῶν τοῦ Σταυροῦ λαμπηδόνων, ὁλικῶς οἱ ἐν αὐτῷ πεποιθότες, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν καὶ κράξωμεν, ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε Κύριε, δόξα σοι.

Ὑμνολογοῦμέν σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι τὴν σὴν δυναστείαν. Ἐξελοῦ ἡμᾶς ἐχθροῦ, παγίδων καὶ κυβέρνησον, πρὸς ὅρμον ἡμᾶς πάντας, τῆς σωτηρίας ὑμνοῦντάς σε.
Ἢ Σταυροθεοτοκίον
Νενεκρωμένην τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ἡ σεμνή, Παρθένος ἀνακράζουσα· Οἴμοι! Υἱέ μου τὶ σοι, δῆμος ἀνόμων πεποίηκεν;

Κάθισμα τοῦ Σταυροῦ
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν, ἐλέησον ἡμᾶς.

ᾨδὴ δ’. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Τοῦ Σταυροῦ

ᾨδὴ δ'
Σύ μου ἰσχὺς Κύριε
Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζων φωτίζει ἐν χάριτι.

Τῶν εὐσεβῶν, φρουρὸς ὁ μέγας προκείμενος, ἐν τῷ μέσῳ, πάντων Ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης, ἐθελουσίῳ θελήσει σου, τὸν κόσμον ἁγιάζει, τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας.

Ὁ οὐρανός, πάσῃ τῇ γῇ συνευφραίνεται, ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νῦν ἀγαλλιῶνται, τὸ πάντας σῷζον θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι.

Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος, μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔλθῃς ἐξ οὐρανοῦ, κρῖναι τῶν ἀνθρώπων τὰ ἔργα· ὅθεν κραυγάζω σοι· Δυνάμει τοῦ Σταυροῦ σου, ἐπιστρέψας με σῶσον, μετανοίας παρέχων μοι δάκρυα.
Σταυροθεοτοκίον
Παρθενικῆς, τέκνον ἐκ μήτρας σε ἔτεκον, καὶ ὁρῶσα, ξύλῳ νῦν κρεμάμενον, ἐπαπορῶ, καὶ οὐ συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὡς μητέρα Θεοῦ μακαρίζομεν.

ᾨδὴ ε’ Ὁ Εἱρμός.
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.

Τοῦ Σταυροῦ

ᾨδὴ ε'
Ἵνα τὶ με ἀπώσω
Ἀλαλάξατε ἔθνη, ᾄσατε σκιρτήσατε φυλαὶ καὶ ψάλατε, τῷ Θεῷ τῷ δόντι, τὸν Σταυρὸν ἀδιάσειστον ἔρεισμα, οὗ νῦν τῇ προθέσει, πάντες πιστοὶ ἀγαλλιῶμεν, δι' αὐτοῦ τῶν καλῶν ἀπολαύοντες.

Νοεραὶ στρατιαὶ σε, πᾶσαι περιέπουσι, Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοῦ προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ προσπαγέντα δοξάζοντες.

Τῆς ψυχῆς μου τὰ πάθη, ἴασαι τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ ὡς προσκυνοῦντα, τὸν τίμιον Σταυρόν σου περίσῳζε, οὗ τῇ δυναστείᾳ, πᾶν ἐμποδὼν ἀποσοβεῖται, καὶ κακῶν ἀπαθεῖς διαμένομεν.
Σταυροθεοτοκίον
Ἐν Σταυρῷ καθορῶσα, τὸν δι' ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐδονήθης τὰ σπλάγχνα καὶ ἔλεγες· Οἴμοι! θεῖον τέκνον, πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγνον Κύριε.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

Τοῦ Σταυροῦ

ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
Σταυροῦ παγέντος ἐν γῇ, δαιμόνων πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς, ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, τῆς τῶν συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα.

Ὑμνοῦντές σε τὸν Θεόν, καὶ Βασιλέα καὶ Κύριον, ὃν ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον, νῦν περιπτυσσόμεθα, ἐν ἀγαλλιάσει, καὶ δεινῶν ἀπαλλαττόμεθα.

Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται προκείμενος. Προσέλθωμεν ἄνθρωποι, φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυόμενοι.

Θεοτοκίον
Νηστεύειν ἡμᾶς Ἁγνή, κακίας πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν, ἀπέσχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα.

Κοντάκιον Ἦχος α'
Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.

Συναξάριον
Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων, Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.
Στίχοι
Πρῶτος πρὸ Χριστοῦ πῠρ στέγων Ἐλεάζαρ,
Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
Ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
Καῦσαν ἑνὶ πρώτη Σολομώνην, ἑπτά τε υἷας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίνου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου, καὶ Εὐκλέου.
Στίχοι
Ἐκ Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.
Στίχοι
Σάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
Καὶ τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται.
Στίχοι
Καυτηριασθεὶς Ἐλεάζαρος κάραν,
Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ῥευμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται.
Στίχοι
Τοῦ δημίου φήσαντος· Οὐ τμηθῇς θύων.
Κλίνας κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται.
Στίχοι
Τῷ Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.
Στίχοι
Ἰὼβ καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου, Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ θαυματουργοῦ.
Στίχοι
Τὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην,
Τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τοῦ Σταυροῦ

ᾨδὴ ζ'
Θεοῦ συγκατάβασιν
Ὁ χρόνων ἐπέκεινα, ἐν χρόνῳ σάρκα φορέσας δείκνυται, καὶ τὰ χρόνια πάθη, ἡμῶν ἰᾶται δι' ἀγαθότητα, σαρκὸς ὁμοῦ τε καὶ πνεύματος, ἤδη δέ, τῷ θείῳ αὐτοῦ Σταυρῷ, καθαγιάζει ἡμᾶς.

Ὑμνοῦμεν καὶ δοξάζομεν, καὶ προσκυνοῦμεν καὶ μεγαλύνομεν, τὸ σὸν Κύριε κράτος, ὅτι παρέσχου ἡμῖν τοῖς δούλοις σου, Σταυρὸν τὸν θεῖον, τρυφὴν ἀδαπάνητον, καὶ φύλακα τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Μὴ δείξῃς με Κύριε, ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, κατεγνωσμένον κακοῖς, μὴ ἀπορρίψῃς ἐκ τοῦ προσώπου σου, κατῃσχυμμένον, ἀλλ' οἴκτιρον σῶσόν με, τῷ σῷ τιμίῳ Σταυρῷ, ὡς ὑπεράγαθος.

Ἐτύπου τὴν χάριν σου, Σταυρὲ γλυκαίνων Μωσῆς τὰ ὕδατα, τὰ πικρότατα ξύλῳ· καὶ γὰρ πικρίας κακῶν ἐρρύσθημεν, τῇ σῇ δυνάμει· διὸ ἡμᾶς γλύκανον, ἀσπαζομένους σε νῦν, ἐν κατανύξει ψυχῆς.
Θεοτοκίον
Νοός μου τὴν στένωσιν, τῇ σῇ πρεσβείᾳ πλάτυνον Δέσποινα, ἡ στενώσασα πάσας, τὰς μεθοδείας τοῦ πολεμήτορος, καὶ δι' ὁδοῦ με στενῆς κατευόδωσον, πρὸς τόν πλατυσμὸν τῆς ζωῆς, βαδίζειν Μήτηρ Θεοῦ.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Σταυροῦ

ᾨδὴ η'
Ἑπταπλασίως κάμινον
Ξύλῳ ποτὲ ἀνείλκυσε, ποταμοῦ τὸ σιδήριον, θεῖος Ἐλισσαῖος, σὲ προγράφων πόρρωθεν, Σταυρὲ πανσεβάσμιε· ἐκ τοῦ βυθοῦ τῆς πλάνης καὶ γάρ, διὰ σοῦ πρὸς πίστιν, ἀναχθέντες βεβαίαν, τὴν σήμερον ἡμέραν, ἀξιούμεθα βλέπειν, καὶ πίστει προσκυνεῖν σε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑποσημαίνει πόρρωθεν, σὲ Σταυρὲ πανσεβάσμιε, ἐν ταῖς εὐλογίαις Ἰακὼβ τρανότατα, ἡμεῖς δὲ ἐν χάριτι, ἀξιωθέντες βλέπειν σε, πίστει ἀδιστάκτῳ, προσερχόμεθα πάντες, καὶ ψάλλομεν πλουσίως, εὐλογίαν τρυγῶντες, καὶ φῶς καὶ σωτηρίαν, καὶ τῶν πταισμάτων λύσιν.

Λευχειμονοῦντες πράξεσιν, ἐναρέτοις προσέλθωμεν, ἐν ἀγαλλιάσει, τῷ Χριστῷ κραυγάζοντες· Πανάγαθε Δέσποτα, τῷ σῷ ὑψίστῳ θείῳ Σταυρῷ, ὕψωσον ἡμῶν, τοῦ χριστωνύμου λαοῦ σου, τὸ κέρας, ἵνα πίστει, καὶ εἰρήνῃ βαθείᾳ, ὑμνῆταί σου τὸ κράτος, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Ὁμοφυῆ συνάναρχον, συναΐδιον σύνθρονον, φύσιν μὲν ἁπλήν, διαιρετὴν προσώποις δέ, Πατέρα ἀγέννητον, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, ἄκτιστον οὐσίαν, καὶ Θεότητα πάντες, ὑμνοῦντες μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Τοῦ Σταυροῦ

ᾨδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ
Ἰάσω ὑπεράγαθε τὴν ἐμήν, συντριβὴν ἐν Σταυρῷ προσπηγνύμενος, ἥλοις ποτέ, πόδας τε καὶ χεῖρας Παμβασιλεῦ, καὶ τὴν πλευρὰν νυττόμενος, ὄξος ποτιζόμενος καὶ χολήν, ἡ πάντων εὐφροσύνη, ὁ γλυκασμὸς ἡ δόξα, ἡ αἰωνία ἀπολύτρωσις.

Ὡραῖος ὑπὲρ σάπφειρον καὶ χρυσόν, φωταυγὴς ὥσπερ ἥλιος πέφυκας, θεῖε Σταυρέ, κείμενος μὲν τόπῳ περιγραπτός, καὶ νοεραῖς Δυνάμεσι, πάντοτε κυκλούμενος φανερῶς, ἀκτῖσι δὲ τῆς θείας, δυνάμεως φωτίζων, τῆς οἰκουμένης τὰ πληρώματα.

Σταυρὸς χειμαζομένων ἐστὶ λιμήν, ὁδηγὸς πλανωμένων καὶ στήριγμα, δόξα Χριστοῦ, σθένος Ἀποστόλων καὶ Προφητῶν, τῶν Ἀθλητῶν κραταίωμα, πάντων τῶν ἀνθρώπων καταφυγή, αὐτὸν ἐν μέσῳ πάντες, προκείμενον ὁρῶντες, μετ' εὐλαβείας ἀσπασώμεθα.

Ἡνίκα μέλλεις ἔρχεσθαι ἐπὶ γῆς, κρῖναι κόσμον ὃν ἔπλασας Κύριε, Ἀγγελικῶν, προπορευομένων σῶν στρατιῶν, καὶ τοῦ Σταυροῦ προλάμποντος, ὑπὲρ τὰς αὐγὰς τάς ἡλιακάς, τῇ τούτου δυναστείᾳ, οἰκτίρησόν με σῶσον, τὸν ὑπέρ πάντας βροτοὺς πταίσαντα.

Καταβασίες
Σταυρὸν χαράξας»
Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ
Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος πλ. δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι'
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.

Ἐξαποστειλάριον Ἦχος β'
Τῶν Μαθητῶν
Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

Στίχ. «῾Υψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ».

Προσελθόντες ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῆς χάριτος προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ Αἵματι, καὶ τῷ Ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.

Στίχ. «῾Ο δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς».

Ἐκκλησίας ἑδραίωμα, Μοναζόντων ἀγλάϊσμα, ἱερέων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε· διὸ προσκυνοῦμέν σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος, καὶ τὴν ἀρὰν ἀφανίσαντος.
Καὶ τρία Ἰδιόμελα τῶν Ἁγίων

Δόξα... ΕΩΘΙΝΟΝ Ι' Ἦχος πλ. β'
Μετὰ τὴν εἰς ᾍδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν· καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν· καὶ ἦν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ· οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Τοῦ Σταυροῦ Ἦχος ὁ αὐτὸς
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Του ναού…

ΚΟΝΤΑΚΙΟΝ Ἦχος βαρύς
Επί του Όρους μετεμορφώθης, και ως εχώρουν οι Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω δε κόσμω κηρύξωσιν, ότι συ υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος βαρύς.

Γένοιτο, Κύριε, το έλεος σου εφ΄ ημάς

Στίχ. Αγαλλιάσθε δίκαιοι, εν Κυρίω•

Προς Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή Ι΄ (Α΄ Κορ. 4,9-16)

Ἀδελφοί, 9. ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ• ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί• ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12. καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί• λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13. βλασφημούμενοι παρακαλοῦμεν• ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας• ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16. παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Ευαγγέλιον

Κυριακή Ι΄ Ματθαίου (Ματθ. 17,14-23)

Τῷ καιρῷ ἐκείνω, ἄνθρωπος τίς προσῆλθε τῷ Ἰησοῦ, 14. γονυπετῶν αὐτὸν καὶ λέγων• 15. Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει• πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν• ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν εἶπον• διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς• διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς• μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23. καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»•

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

8-8-2010

† ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ (†813-20). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ (†350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς (†1680), ᾿Αναστασίου νεομάρτ. τοῦ ἐν Θεσσαλονίκῃ (†1794). ῏Ηχος β΄, ἑωθινὸν ια΄ (τυπικὸν 6ης Αὐγούστου).

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος β’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἕτερα Στιχηρά, Ἀνατολικά
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἠνοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
τοῦ Μηναίου

Ἦχος δ'
Ἔδωκας σημείωσιν
Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος δ'
Ἔδωκας σημείωσιν
Σήμερον ὑπέδειξας, τὴν σην Θεότητα Κύριε, τοῖς σεπτοῖς Ἀποστόλοις σου, Μωσεῖ σὺν Ἠλίᾳ τε, ὡς Θεὸς τοῦ νόμου, καὶ χάριτος πέλων, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τοῦ θανάτου νῦν τῆς χειρώσεως, μεθ' ὧν σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Σήμερον ἐξέλαμψας, φωτοειδὴς ὑπὲρ ἥλιον, τηλαυγῶς ἐν ὄρει Θαβώρ, δεικνύων τοῖς φίλοις σου, ὅτι σὺ ὑπάρχεις, ἀπαύγασμα δόξης, ὁ τὴν οὐσίαν τῶν βροτῶν, δι' εὐσπλαγχνίαν φορέσας Κύριε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Σήμερον ἀγάλλονται, οἱ ἐπουράνιοι Ἄγγελοι, σὺν βροτοῖς ἑορτάζοντες, Χριστέ σου τὴν ἔλλαμψιν, τὴν φρικτὴν καὶ θείαν, τὴν ἐν Θαβωρίῳ ἐν ᾧ παρέστησας Μωσῆν, καὶ τὸν Ἠλίαν Σωτὴρ φιλάνθρωπε, καὶ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην ὑμνοῦντάς σε, Ἰησοῦ Παντοδύναμε, ὁ Σωτὴρ καὶ Θεὸς ἡμῶν.

Δόξα... Ἦχος πλ. α'
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν Ἦχος β’.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα Ἀναστάσιμα Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Τὰ κατ’ Ἀλφάβητον.
Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα... Καὶ νῦν...
Ἀπολυτίκιον Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος β’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα...
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Καὶ νῦν...
Ἀπολυτίκιον Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα
Ἦχος β'
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
Δόξα...
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός, συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος β'
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'
Εἰμὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ια’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ Δεύτερος Κανών τῆς Μεταμορφώσεως , φέρων Ἀκροστιχίδα.

Μωσῆς Θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδε.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας
Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῆ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

Ἕτερος Κανὼν

Οὐρανίας ἁψῖδος
Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀρρήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως.

Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅ,τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε.

Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.
Κοντάκιον
Αὐτόμελον Ἦχος βαρὺς
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
μεθέορτον μεσῴδιον κάθισμα
Ἦχος γ' Τὴν ὡραιότητα
Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλεία σου.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς
«Ἐκ σαρκός σου βολίδες Θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων· ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὑπεκρύβη ἀκτῖσι Θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ, εἶδέ σε μεταμορφούμενον Ἰησοῦ μου· Δόξα τῇ δυνάμει σου Κύριε.

Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄϋλον, ὡς Μωσεῖ καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
Ἕτερος Κανὼν

Ἵνα τὶ με ἀπώσω
Ῥητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὐ δύναται φθέγξασθαι· ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ ὄρει, τὸν Μωϋσῆν καὶ τόν, Ἠλίαν, μαρτυρήσοντάς σου τὴν Θεότητα.

Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ' εἰκόνα σου Χριστὲ τὸν ἄνθρωπον, τὸ ἀρχέτυπον σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι, ἀλλ' ὡς αὐτὸς εἶ κατ' οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος.

Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν Θεότητος, καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωϋσῆν καὶ τὸν Ἠλίαν, Μαθητῶν τε ἐξάρχους ἐξέστησας.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.
Ἕτερος Κανὼν

Ἱλάσθητί μοι Σωτὴρ
Ὡς μέγα καὶ φοβερον, ὡράθη θέαμα σήμερον! ἐξ οὐρανοῦ αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ τοῦ ὄρους Θαβώρ.

Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν ἐν τῷ Θαβωρίῳ, κατιδὼν σου τὴν Θεότητα.

Ὁ στῦλος τῷ Μωϋσεῖ, Χριστὸν τὸν μεταμορφουμενον, ἡ δὲ νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ, παρεδήλου ἐμφανέστατα.

Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αἰμιλιανοῦ, Ἐπισκόπου Κυζίκου, τοῦ ὁμολογητοῦ.
Στίχοι
• Ψυχὴς πολὺν θεὶς Αἰμιλιανὸς λόγον,
• Τῆς σαρκος ἠλόγησεν ἄχρι καὶ τέλους.
• Ὀγδόῃ Αἰμιλιανοῦ ὀστέα δέξατ' ἄρουρα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μύρωνος, Ἐπισκόπου Κρήτης, τοῦ θαυματουργοῦ.
Στίχοι
• Μύρων ὁ θεῖος ἀρετῆς μύρου πνέων,
• Εὐωδίας πρόσεισιν ὀσμὴ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἡγουμένου Ὀρόβων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἐλευθερίου καὶ Λεωνίδου, διὰ πυρὸς τελειωθέντων.
Στίχοι
• Ἀμφοῖν ἀθλητῶν, οὐ θυόντων τῇ πλάνῃ,
• Ποινὴν κατακρίνουσιν οἱ πλάνοι φλόγα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δέκα ἀσκηταί, οἱ ἐξ Αἰγύπτου, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
• Βλαστήματα θνῄσκουσιν Αἰγύπτου δέκα,
• Πληγαῖς ἐκείναις ἰσάριθμοι ταῖς δέκα.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

Ἕτερος Κανὼν

Παῖδες Ἑβραίων ἐν καμίνῳ
Νῦν καθωράθη Ἀποστόλοις, τὰ ἀθέατα, Θεότης ἐν σαρκίῳ, ἐν τῷ ὄρει Θαβώρ, ἀστράπτουσα βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἔφριξαν φόβῳ ἐκπλαγέντες, τὴν εὐπρέπειαν τῆς θείας βασιλείας, ἐν τῷ ὄρει Θαβώρ, Ἀπόστολοι βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Θέσει οὐ γέγονας Ὑψίστου, τῇ οὐσίᾳ δὲ Υἱὸς ἠγαπημένος, προϋπάρχων ἡμῖν, ὡμίλησας ἀτρέπτως· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

Ἕτερος Κανὼν

Ἑπταπλασίως κάμινον
Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης, στερροτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντες, σοῦ οἱ μαθηταί, ἐπὶ τήν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων, τὴν κυρείαν ἔχοντι, Χριστὲ σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ ὁ Θεσβίτης Ἠλίας, Μωϋσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες συμφώνως· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Ῥαθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν Ἀποστόλων, ἐκλογῇ φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον, θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν.

Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν.

Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

Καταβασίες
Σταυρὸν χαράξας»
Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ
Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος πλ. δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ'
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;

Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
ς Ἑορτῆς, ὅμοιον
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τοὺς προκρίτους, λαβὼν μετεμορφώθης νῦν , ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ' ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν, τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος. (

Στίχ.«Σοί εἰσιν οἱ οὐρανοὶ καὶ σή ἐστιν ἡ γῆ»
Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.

Στίχ. «Θαβὼρ καὶ ᾿Ερμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται».

Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σὲ Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος, Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει, Εὐεργέτα πολυέλεε.

Δόξα... ΕΩΘΙΝΟΝ ΙΑ' Ἦχος πλ. δ'
Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον Α'
Στίχος α'. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος β'. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος γ'. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος δ'. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον Β'
Στίχος α'. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Στίχος β'. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς...

Στίχος γ'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς...

Στίχος δ'. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀντίφωνον Γ'
Στίχος α'. Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Στίχος β'. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός...

Στίχος γ'. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός...

Στίχος δ'. Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός...

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Του ναού…

ΚΟΝΤΑΚΙΟΝ Ἦχος βαρύς
Επί του Όρους μετεμορφώθης, και ως εχώρουν οι Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω δε κόσμω κηρύξωσιν, ότι συ υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος β’.

Ισχύς μου και ύμνησίς μου ο Κύριος.

Στίχ. Παιδεύων επαίδευσέ με ο Κύριος•

Προς Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή ΙΑ΄ (Α΄ Κορ. 9,2-12)
Ἀδελφοί, 2. ἡ σφραγίς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. 3. ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. 4. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5. μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; 6. ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; 7. τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8. Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; 9. ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται• οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; 10. ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ' ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι. 11. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; 12. εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.

Ευαγγέλιον

Κυριακή ΙΑ΄ Ματθαίου (Ματθ. 18,23-35)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην• 23. ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24. ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25. μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26. πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων• κύριε, μακροθύμησον ἐπ' ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. 27. σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28. ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων• ἀπόδος μοι εἴ τι ὀφείλεις. 29. πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων• μακροθύμησον ἐπ' ἐμοὶ καὶ ἀποδώσω σοι. 30. ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31. ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ• δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με• 33. οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34. καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 35. Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν

«Αινείτε»

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
15-8-2010

† ΚΥΡΙΑΚΗ ΙΒ΄. † Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. ῏Ηχος γ΄, ἑωθινὸν α΄

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ευλόγει η ψυχή μου, τόν Κύριον...

Ἦχος γ’.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ'
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

τοῦ Μηναίου

Ἦχος α' Αὐτόμελον
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος.
Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἦχος α' Αὐτόμελον
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος.
Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος α'
Θεαρχίω νεύματι, πάντοθεν οι θεοφόροι Απόστολοι, υπό νεφών μεταρσίως αιρόμενοι.
Ήχος πλ. α'
Καταλαβόντες τό πανάχραντον, καί ζωαρχικόν σου σκήνος, εξόχως ησπάζοντο.
Ήχος β'
Αι δέ υπέρτατοι τών ουρανών Δυνάμεις, σύν τώ οικείω Δεσπότή παραγενόμεναι.
Ήχος πλ. β'
Τό θεοδόχον καί ακραιφνέστατον σώμα προπέμπουσι, τώ δέει κρατούμεναι, υπερκοσμίως δέ προώχοντο, καί αοράτως εβόων, ταίς ανωτέραις ταξιαρχίαις, ιδού η παντάνασσα θεόπαις παραγέγονεν.
Ήχος γ'
Άρατε πύλας, καί ταύτην υπερκοσμίως υποδέξασθε, τήν τού αενάου φωτός Μητέρα.
Ήχος βαρύς
Διά ταύτης γάρ η παγγενής τών βροτών σωτηρία γέγονεν, ή ατενίζειν ουκ ισχύομεν, καί ταύτη άξιον γέρας απονέμειν αδύνατον.
Ήχος δ'
Ταύτης γάρ τό υπερβάλλον, υπερέχει πάσαν έννοιαν.
Ήχος πλ. δ'
Διό άχραντε Θεοτόκε, αεί σύν ζωηφόρω Βασιλεί, καί τόκω ζώσα, πρέοβευε διηνεκώς, περιφρουρήσαι καί σώσαι, από πάσης προσβολής εναντίας τήν νεολαίαν σου, τήν γάρ σήν προστασίαν κεκτήμεθα.
Ήχος α'
Εις τούς αιώνας, αγλαοφανώς μακαρίζοντες.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 28, 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπω, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σὲ ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 27 & 44, 1-4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. 9, 1-11)
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν, ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς) · τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'
Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, την Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β' Ἀνατολίου
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς Ἰωάννου
Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται, ἣν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται, καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὄντως μήτηρ τῆς ζωῆς, ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ' Γερμανοῦ
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.
Δόξα... Ἦχος πλ. α'
Θεοφάνους
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.
Καὶ νῦν... Ὁ αὐτὸς
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀπόστιχα Ἀναστάσιμα Ἦχος γ'

Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Τὰ κατ’ Ἀλφάβητον.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν• Παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἀπολυτίκιον Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καί νύν... Ἀπολυτίκιον Ἦχος α'

Ἦχος γ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἀπολυτίκιον Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καί νύν... Ἀπολυτίκιον Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... τῆς ἑορτῆς
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.

Τὴν ὡραιότητα τῆς παρθενίας σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... τῆς ἑορτῆς
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

Κάθισμα Ἦχος γ'
Τὴν ὡραιότητα
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα. Καὶ νῦν.Τό αὐτό.

Αἴτησις παρά τοῦ Ἱερέως

Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον Ἦχος δ'
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Ή Τάξις τού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον τοῦ ὅρθρου τῆς Κοιμήσεως «Ἀναστᾶσα Μαριάμ»
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός(χῦμα)

Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τῆς Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον Στιχηρὸν Ἰδιόμελον
Ἦχος πλ. β' Βύζαντος
Ὅτε ἡ Μετάστασις τοῦ ἀχράντου σου σκήνους ηὐτρεπίζετο, τότε οἱ Ἀπόστολοι, περικυκλοῦντες τὴν κλίνην τρόμῳ ἑώρων σε, καὶ οἱ μὲν ἀτενίζοντες τῷ σκήνει, θάμβει συνείχοντο, ὁ δὲ Πέτρος σὺν δάκρυσιν ἐβόα σοι· Ὦ Παρθένε, ὁρῶ σε τρανῶς ἡπλωμένην ὑπτίαν, τὴν ζωὴν τῶν ἁπάντων, καὶ καταπλήττομαι, ἐν ᾗ ἐσκήνωσε τῆς μελλούσης ζωῆς ἡ ἀπόλαυσις. Ἀλλ' ὦ ἄχραντε, ἱκέτευε ἐκτενῶς τὸν Υἱόν σου καὶ Θεόν, τοῦ σῴζεσθαι τὴν πόλιν σου ἄτρωτον.

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς.

Πανηγυριζέτωσαν οἱ θεόφρονες.
Ποίημα τοῦ Κυρίου Κοσμᾶ.
τῆς ἑορτῆς
ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
«Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται».

Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

Κανὼν δεύτερος

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Κοίμησιν».

Παρθένοι νεάνιδες, σὺν Μαριὰμ τῇ Προφήτιδι, ᾠδὴν τὴν ἐξόδιον νῦν ἀλαλάξατε· ἡ Παρθένος γάρ, καὶ μόνη Θεοτόκος, πρὸς λῆξιν οὐράνιον διαβιβάζεται.

Ἀξίως ὡς ἔμψυχον, σὲ οὐρανὸν ὑπεδέξαντο, οὐράνια Πάναγνε, θεῖα σκηνώματα, καὶ παρέστηκας, φαιδρῶς ὡραϊσμένη, ὡς νύμφη πανάμωμος, τῷ Βασιλεῖ καὶ Θεῷ.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος».

Γυναῖκά σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.

Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε.

Κανὼν δεύτερος

Ὁ Εἱρμὸς
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».

Θνητῆς ἐξ ὀσφύος προαχθεῖσα, τῇ φύσει κατάλληλον Ἁγνή, τὴν ἔξοδον διήνυσας, τεκοῦσα δὲ τὴν ὄντως ζωήν, πρὸς τὴν ζωὴν μεθέστηκας, τὴν θείαν καὶ ἐνυπόστατον.

Δῆμος θεολόγων ἐκ περάτων, ἐξ ὕψους Ἀγγέλων δὲ πληθύς, πρὸς τὴν Σιὼν ἠπείγοντο, παντοδυνάμῳ νεύματι, ἀξιοχρέως Δέσποινα, τῇ σῇ ταφῇ λειτουργήσοντες.

Κοντάκιον Ήχος γ'
Η Παρθένος Εξανέστης σήμερον, από τού τάφου Οικτίρμον, καί ημάς εξήγαγες, εκ τών πυλών τού θανάτου, σήμερον Αδάμ χορεύει, καί χαίρει Εύα, άμα δέ, καί οι Προφήται, σύν Πατριάρχαις, ανυμνούσιν ακαταπαύστως, τό θείον κράτος τής εξουσίας σου.
Ο Οίκος
Ο ουρανός καί η γή σήμερον χορευέτωσαν, καί Χριστόν τόν Θεόν ομοφρόνως υμνείτωσαν, ότι τούς δεσμίους εκ τών τάφων ανέστησε. Συγχαίρει πάσα η κτίσις, προσφέρουσα επάξια άσματα, τώ πάντων Κτίστη καί Λυτρωτή ημών, ότι τούς βροτούς εξ άδου σήμερον, ω Ζωοδότης συνανελκύσας, πρός ουρανούς συνανυψοί, καί καταράσσει τού εχθρού τάς επάρσεις, καί πύλας τού άδου διαθλάττει, τώ θείω κράτει τής εξουσίας αυτού.

Ἡ Ὑπακοὴ
Ἦχος πλ. α'
Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι εὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς προστασίαν σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, ταῖς σαῖς ἱκεσίαις κρατύνονται. Διὸ ἀνυμνοῦντες βοῶμέν σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ωδή δ'
Ο Ειρμός
Έθου πρός ημάς, κραταιάν αγάπησιν Κύριε, τόν μονογενή γάρ σου Υιόν, υπέρ ημών εις θάνατον δέδωκας, διό σοι κραυγάζομεν, ευχαριστούντες. Δόξα τή δυνάμει σου Κύριε.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθώς καί μώλωπας ήνεγκας, ύβριν ραπισμάτων καρτερών, καί μακροθύμως φέρων εμπτύσματα, δι' ών κατειργάσω μοι τήν σωτηρίαν. Δόξα τή δυνάμει σου Κύριε.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Σώματι θνητώ, η ζωή θανάτω ωμίλησας, τής ταλαιπωρίας τών πτωχών, καί στεναγμού πενήτων σου ένεκεν, καί φθείρας τόν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Μνήσθητι Χριστέ, ής εκτησω ποίμνης τώ πάθει σου, τής δεδοξασμένης σου Μητρός, τάς συμπαθείς εντεύξεις δεξάμενος, καί επισκεψάμενος, κεκακωμένην ρύσαι, τή δυνάμει σου Κύριε.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Ἴδετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος.

Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄρρευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον.

Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

Κανὼν δεύτερος

Ὁ Εἱρμὸς
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».

Θάμβος ἦν θεάσασθαι τὸν οὐρανόν, τοῦ Παμβασιλέως τὸν ἔμψυχον, τοὺς κενεῶνας, ὑπερχόμενον τῆς γῆς. Ὡς θαυμαστὰ τὰ ἔργα σου· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐν τῇ Μεταστάσει σου Μῆτερ Θεοῦ, τὸ εὐρυχωρότατον σῶμά σου καὶ θεοδόχον, τῶν Ἀγγέλων στρατιαί, ἱερωτάταις πτέρυξι, φόβῳ καὶ χαρᾷ συνεκάλυπτον.

Εἰ ὁ ἀκατάληπτος ταύτης καρπός, δι' ὃν οὐρανὸς ἐχρημάτισε, ταφὴν ὑπέστη, ἑκουσίως ὡς θνητός, πῶς τὴν ταφὴν ἀρνήσεται, ἡ ἀπειρογάμως κυήσασα;
Ωδή ε'
Ο Ειρμός
Πρός σέ ορθρίζω, τόν τού παντός Δημιουργόν, τήν υπερέχουσαν πάντανούν ειρήνην, διότι φώς τά προστάγματά σου, εν οίς με καθοδήγησον.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Κριτή αδίκω, Εβραίων φθόνω προδοθείς ο παντεπόπτης, καί άπασαν δικαίως, κρίνων τήν γήν, τόν Αδάμ τής πάλαι, ερρύσω κατακρίσεως.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Τήν σήν ειρήνην, ταίς Εκκλησίαις σου Χριστέ, τή αηττήτω δυνάμει τού Σταυρού σου, ο εκ νεκρών αναστάς παράσχου, καί σώσον τάς ψυχάς ημών.
Θεοτοκίον
Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Σκηνή αγία, καί πλατυτέρα ουρανών, ως τόν εν πάση αχώρητον τή κτίσει, Λόγον Θεού δεξαμένη, μόνη εδείχθης Αειπάρθενος.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος».

Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ' ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος.

Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.

Κανὼν δεύτερος

Ὁ Εἱρμὸς
«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα».

Κροτείτωσαν σάλπιγγες, τῶν θεολόγων σήμερον, γλῶσσα δὲ πολύφθογγος ἀνθρώπων, νῦν εὐφημείτω, περιηχείτω ἀήρ, ἀπείρῳ λαμπόμενος φωτί· Ἄγγελοι ὑμνείτωσαν, τῆς Παρθένου τὴν Κοίμησιν.

Τὸ σκεῦος διέπρεπε, τῆς ἐκλογῆς τοῖς ὕμνοις σου, ὅλος ἐξιστάμενος Παρθένε, ἔκδημος, ὅλως, ἱερωμένος Θεῷ, τοῖς πᾶσι θεόληπτος καὶ ὢν, ὄντως καὶ δεικνύμενος, Θεοτόκε πανύμνητε.

Ωδή ς'
Ο Ειρμός
Άβυσσος εσχάτη αμαρτιών εκύκλωσέ με, καί εκλείπει τό πνεύμά μου, αλλ' εκτείνας Δέσποτα, σόν υψηλόν βραχίονα, ως τόν Πέτρον με, κυβερνήτα διάσωσον.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Άβυσσος ελέους καί οικτιρμών, εκύκλωσέ με, τή ευσπλάγχνω καθόδω σου, σαρκωθείς γάρ Δέσποτα, καί γεγονώς εν δούλου μορφή, εΘεούργησας, καί σεαυτώ συνεδόξασας.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Νέκρωσιν υπέστη ο νεκρωτής, τόν νεκρωθέντα ζωωθέντα Θεώμενος, τής σής Αναστάσεως, ταύτα Χριστέ τά σύμβολα, καί τού Πάθους σου, τού αχράντου τά έπαθλα.
Θεοτοκίον
Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Πάναγνε η μόνη τώ πλαστουργώ, καί τοίς ανθρώποις, υπέρ νούν μεσιτεύσασα, τόν Υιόν σου ίλεων, τοίς επταικόσι δούλοις σου, καί υπέρμαχον, χρηματίσαι δυσώπησον.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινής ἐβόα· Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε».

Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφυλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος.

Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.

Κανὼν δευτερος

Ὁ Εἱρμὸς
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεῖς τῆς παρθενίας μὴ λύσασα· πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον;

Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας· διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

Κοντάκιον Ἦχος πλ. β'
Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Ὁ Οἶκος
Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με· σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς πανσέπτου Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας.
Στίχοι
Οὐ θαῦμα θνῄσκειν κοσμοσώτειραν Κόρην,
Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος.
Ζῇ ἀεὶ Θεομήτωρ, κἂν δεκάτῃ θάνε πέμπτῃ.

Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ωδή ζ'
Ο Ειρμός
Ως πάλαι τούς ευσεβείς, τρείς Παίδας εδρόσισας, εν τή φλογί τή Χαλδαϊκή, τώ φωτιστικώ τής θεότητος πυρί, καί ημάς καταύγασον, Ευλογητός εί κράζοντας, ο Θεός ο τών Πατέρων ημών.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Ερράγη τό τού Ναού, φαιδρόν καταπέτασμα, εν τώ Σταυρώ τού Δημιουργού, τήν εγκεκρυμμένην τώ γράμματι δηλούν, τοίς πιστοίς αλήθειαν. Ευλογητός εί κράζουσιν, ο Θεός ο τών Πατέρων ημών.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Νυγείσης σου τής πλευράς, ρανίδες θεόρρυτοι, ζωοποιού αίματος Χριστέ, οικονομικώς αποστάζουσαι εις γήν, τούς εκ γής ανέπλασαν. Ευλογητός εί κράζοντας, ο Θεός ο τών Πατέρων ημών.
Τριαδικόν
Τό Πνεύμα τό αγαθόν, Πατρί συνδοξάσωμεν, καί τώ Υιώ τώ μονογενεί, μίαν εν τρισί, πιστοί σέβοντες αρχήν, καί μίαν θεότητα. Ευλογητός εί κράζοντες, ο Θεός ο τών Πατέρων ημών.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ».

Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανὼν δεύτερος

Ὁ Εἱρμὸς
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα.

Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ωδή η'
Ο Ειρμός
Αστέκτω πυρί ενωθέντες, οι θεοσεβεία προεστώτες νεανίαι, τή φλογί δέ μή λωβηθέντες, θείον ύμνον έμελπον. Ευλογείτεπάντα τά έργα τόν Κύριον, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Ερράγη ναού η φαιδρότης, ότε ο Σταυρός σου επάγη εν Κρανίω, καί η κτίσις συνεκλονείτο, φόβω αναμέλπουσα. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Ανέστης Χριστέ εκ τού τάφου, καί τόν πεπτωκότα τή απάτη, διά ξύλου ανωρθώσω θεία δυνάμει, κράζοντα καί λέγοντα. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε εις πάντας τούς αιώνας.
Θεοτοκίον
Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ναός τού Θεού ανεδείχθης, έμψυχον χωρίον κιβωτός τε, τόν Ποιητήν, τοίς βροτοίς γάρ Θεογεννήτορ, άχραντε κατήλλαξας, καί αξίως πάντα τά έργα υμνούμέν σε, καί υπερυψούμεν εις πάντας τούς αιώνας.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παρρησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν δεύτερος

Ὁ Εἱρμὸς
«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τὴν μνήμην σου ἄχραντε Παρθένε, Ἀρχαί τε καὶ Ἐξουσίαι σὺν Δυνάμεσιν, Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ δοξάζουσι, καὶ τὰ φρικτὰ Σεραφίμ, ἀνθρώπων δὲ τὸ γένος ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ξένως οἰκήσας Θεοτόκε, ἐν τῇ ἀχράντῳ νηδύϊ σου σαρκούμενος, οὗτος τὸ πανίερον, πνεῦμά σου δεξάμενος, ἐν ἑαυτῷ κατέπαυσεν, ὡς ὀφειλέτης Υἱός· διὸ σε τήν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὢ τῶν ὑπὲρ ἔννοιαν θαυμάτων, τῆς ἀειπαρθένου καὶ Θεομήτορος! τάφον γὰρ οἰκήσασα, ἔδειξε Παράδεισον, ᾧ παρεστῶτες σήμερον, χαίροντες ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ωδή θ'
Ο Ειρμός
Καινόν τό θαύμα καί θεοπρεπές! τής Παρθένου γάρ τήν κεκλεισμένην πύλην, σαφώς διοδεύει Κύριος, γυμνός εν εισόδω, καί σαρκοφόρος ώφθη εν εξόδω Θεός, καί μένει η πύλη κεκλεισμένη, ταύτην αφράστως, ως Θεομήτορα μεγαλύνομεν.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Φρικτόν ιδέσθαι σέ τόν ποιητήν, επί ξύλου αναρτηθέντα Λόγε Θεού, σαρκικώς δέ πάσχοντα, Θεόν υπέρ δούλων, καί εν μνημείω άπνουν κατακείμενον, νεκρούς δέ τού άδου λελυκότα, όθεν Χριστέ σε, ως παντοδύναμον μεγαλύνομεν.

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

Φθοράς θανάτου έσωσας Χριστέ, τούς προπάτορας, κατατεθείς εν τάφω νεκρός, καί ζωήν εξήνθησας, νεκρούς αναστήσας, χειραγωγήσας φύσιν τήν βροτείαν πρός φώς, καί θείαν ενδύσας αφθαρσίαν, όθεν πηγήν σε, φωτός αειζώου μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ναός καίθρόνος ώφθης τού Θεού, εν ώ ώκησεν ο εν υψίστοις πέλων, τεχθείς απειράνδρως Πάναγνε, σαρκός μή ανοίξας όλως σου πύλας, όθεν ταίς αλήκτοις, σεμνή λιταίς σου, τά φύλα τών βαρβάρων, θάττον εις τέλος, τώ Βασιλεί ημών καθυπόταξον.

ᾨδὴ θ'

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾨδῆς.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει·
Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

Κανὼν δεύτερος

Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.

Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὁ Εἱρμὸς
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.

Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.

Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

Καταβασίες

Πεποικιλμένη τῇ θείᾳ δόξῃ»
Τῆς Κοιμήσεως τῆς Θεοτόκου
Ὠδὴ α’. Ἦχος α’.
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεής, Παρθένε μνήμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ᾄδοντας Μονογενεῖ· Ἐνδόξως ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ Ἅγιος, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος.
Ὠδὴ δ’.
Ῥήσεις προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου, Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι· καὶ φωνεῖ Σοι ἄβυσσος, ἐν ἀγαλλιάσει· Τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ὠδὴ ε’.
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν Σου, Χριστέ, διηγήσομαι· ἐξ ἀιδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.
Ὠδὴ ς’.
Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς Σου τὶ[1] προεικόνισμα, οὗ Ἰωνᾶς, ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο, ἀσινὴς ἐβόα· Θύσω Σοι μετὰ φωνῆς, αἰνέσεως Κύριε.
Ὠδὴ ζ’
Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις, ἐν μέσῳ φλογός· Ὁ δεδοξασμένος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Φλόγα δροσίζουσαν ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγήν, εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου καὶ ζωήν, βλυστάνουσαν τοῖς μέλπουσι· Τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

ᾨδὴ θ'

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾨδῆς.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει·
Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.

Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

Κανὼν δεύτερος

Μεγαλυνάριον στιχολογούμενον καὶ αὐτὸ ὡς τὸ ἀνωτέρω.

Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.
Ὁ Εἱρμὸς
«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε».

Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι.

Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.

Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

Ὠδὴ θ’.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν Σε, τὴν μόνην Θεοτόκον.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν Σου.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α'
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.

Ἐξαποστειλάριον
Ἦχος γ' ἐκ τρίτου
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.(Δίς).

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος γ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.

Στίχ. «᾿Ανάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου».

Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.

Στίχ. «῎Ωμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν».

Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.

Δόξα... Ἦχος πλ. β'
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον Α'
Στίχος α'. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος β'. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος γ'. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Στίχος δ'. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον Β'
Στίχος α'. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Στίχος β'. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Στίχος γ'. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Στίχος δ'. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκωθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀντίφωνον Γ'
Στίχος α'. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Στίχος β'. Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν...

Στίχος γ'. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν...

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Του ναού…

Κοντάκιον Ἦχος πλ. β'
Αὐτόμελον
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος γ’.

Μεγαλύνει η ψυχή μου τον Κύριον και ηγαλλίασε το πνεύμα μου επι τω Θεώ τω σωτήρι μου.
Στίχ. Ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού.

Προς Φιλιππησίους Επιστολής Παύλου το Ανάγνωσμα.

Αδελφοί, 5 τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, 7 ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, 8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9 διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Ευαγγέλιον

ὁμοίως, «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά» (Λκ. ι΄ 38-42, ια΄ 27-28).

Είς το Εξαιρέτως... Ἦχος α'

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμὸς
«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκoν Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Κοινωνικὸν
«Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
»•

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
stathis73
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 6471
Εγγραφή: Δευ Απρ 19, 2010 8:44 am
Τοποθεσία: Ευστάθιος-Λευκός Πύργος της Μακεδονίας.

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από stathis73 »

ΘΕΟΣ ΝΑ ΤΟΝ ΑΝΑΠΑΥΣΗ ΜΕΤΑ ΤΩΝ ΔΙΚΑΙΩΝ.
Τις θεός Μέγας ως ο Θεός ημών.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”