Ευαγγέλιο της Κυριακής (Ανανεώνεται κάθε Κυριακή)

Πνευματικά άρθρα και Αναγνώσματα.Αποσπάσματα από διάφορα βιβλία.

Συντονιστές: ntinoula, Συντονιστές

g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 11 Μαΐου

Μᾶρκος ιε’ 43 – ιστ’ 8

Ἐνταφιασμὸς τοῦ Χριστοῦ


43 Ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
46 Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
2 Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.
3 Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
4 Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
5 Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
6 Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
7 Ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
8 Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

Ἀπόδοση στὴ Νεοελληνική

43 Ἦλθε ὁ Ἰωσήφ, ὁ ἀπὸ Ἀριμαθαίας, ὁ ὁποῖος ἦτο σημαίνων βουλευτὴς ποὺ ἐπερίμενε καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ. Αὐτὸς ἐτόλμησε καὶ ἦλθε εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ.
44 Ὁ Πιλᾶτος ἐξεπλάγη ὅταν ἄκουσε ὅτι εἶχε ἤδη πεθάνει. Καὶ ἐκάλεσε τὸν ἑκατόνταρχον καὶ τὸν ἐρώτησε ἐὰν εἶχε πεθάνει πρὸ πολλοῦ.
45 Καὶ ὅταν ἐπληροφορήθηκε ἀπὸ τὸν ἑκατόνταρχον, ἐδώρησε τὸ σῶμα εἰς τὸν Ἰωσήφ.
46 Αὐτὸς δὲ ἀγόρασε σινδόνι καὶ τὸν κατέβασε, τὸν ἐτύλιξε μὲ τὸ σινδόνι καὶ τὸν ἔθεσε εἰς μνῆμα, ποὺ ἦτο λαξευμένον εἰς βράχον καὶ ἐκύλισε ἕνα λίθο εἰς τὴν πόρτα τοῦ μνήματος.
47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία τοῦ Ἰωσῆ παρατηροῦσαν ποῦ τὸν βάζουν.
1 Ὅταν ἐπέρασε τὸ Σάββατον, ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ Μαρία τοῦ Ἰακώβου καὶ ἡ Σαλώμη ἀγόρασαν ἀρώματα διὰ νὰ ἔλθουν νὰ τὸν ἀλείψουν.
2 Καὶ πολὺ πρωΐ, τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, ἔρχονται εἰς τὸ μνῆμα, ἀφοῦ εἶχε ἀνατείλει ὁ ἥλιος,
3 καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς θὰ μᾶς κυλίσῃ τὸν λίθον ἀπὸ τὴν πόρτα τοῦ μνημείου;».
4 Καὶ ὅταν ἐσήκωσαν τὰ μάτια τους, βλέπουν ὅτι ὁ λίθος εἶχε κυλισθῆ. Ἦτο δὲ πάρα πολὺ μεγάλος.
5 Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ μνῆμα, εἶδαν ἕνα νέον μὲ λευκὴν στολὴν νὰ κάθεται εἰς τὰ δεξιὰ καὶ κατελήφθησαν ἀπὸ φόβο.
6 Αὐτὸς δὲ λέγει εἰς αὐτάς, «Μὴ τρομάζετε. Τὸν Ἰησοῦν ζητᾶτε τὸν Ναζαρηνὸν τὸν σταυρωμένον; Ἀναστήθηκε, δὲν εἶναι ἐδῶ. Νὰ ὁ τόπος ποὺ τὸν ἔβαλαν.
7 Ἀλλὰ πηγαίνετε καὶ πέστε εἰς τοὺς μαθητὰς καὶ εἰς τὸν Πέτρον, «Πηγαίνει πρὶν ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ θὰ τὸν ἰδῆτε, καθὼς σᾶς εἶπε».
8 Καὶ ἐβγῆκαν καὶ ἔφυγαν ἀπὸ τὸ μνημεῖον διότι τὰς κατεῖχε τρόμος καὶ ἔκπληξις. Καὶ σὲ κανένα δὲν εἶπαν τίποτε, διότι ἐφοβοῦντο.
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 18 Μαΐου

Ιωάννης ε’ 1 – 15

Ὁ Ἰησοῦς Χριστὸς θεραπεύει τὸν ἀσθενῆ τῆς δεξαμενῆς Βηθεσδά


1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2 Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα.
3 Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
4 Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.
5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
7 Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
8 Λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
9 Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον.
11 Ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
12 Ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
13 Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται.
15 Ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

Απόδοση στη Νεοελληνική

1 Ὕστερα ἀπὸ αὐτὰ ἦτο ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβηκε ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα.
2 Ὑπάρχει δὲ εἰς τὰ Ἱεροσόλυμα κοντὰ εἰς τὴν πύλην τῶν Προβάτων μία δεξαμενή, ἡ ὁποία ὀνομάζεται Ἑβραϊστὶ Βηθεσδὰ καὶ ἡ ὁποία ἔχει πέντε στοές.
3 [Σ’ αὐτὲς ἤτανε ξαπλωμένος μεγάλος ἀριθμὸς ἀσθενῶν, τυφλῶν, χωλῶν, παραλυτικῶν, οἱ ὁποῖοι ἐπερίμεναν νὰ κινηθῇ τὸ νερό.
4 Διότι ἕνας ἄγγελος κατέβαινε πότε –πότε εἰς τὴν δεξαμενὴν καὶ ἐτάρρασε τὸ νερό. Ἐκεῖνος λοιπόν, ποὺ ἔμπαινε πρῶτος, μετὰ τὴν ταραχὴν τοῦ νεροῦ, ἐθεραπεύετο ἀπὸ οἱονδήποτε νόσημα καὶ ἂν ὑπέφερε].
5 Ὑπῆρχε ἐκεῖ ἕνας, ὁ ὁποῖος ἐπὶ τριάντα ὀκτὼ χρόνια ἤτανε ἄρρωστος.
6 Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε κατάκοιτον καὶ κατάλαβε ὅτι εἶχε ἤδη πολὺν χρόνον ἐκεῖ, τοῦ λέγει, «Θέλεις νὰ γίνῃς ὑγιής;».
7 Ἀπεκρίθη εἰς αὐτὸν ὁ ἀσθενὴς, «Κύριε, δὲν ἔχω ἄνθρωπον νὰ μὲ βάλῃ εἰς τὴν δεξαμενήν, ὅταν τὸ νερὸ ταραχθῇ, καὶ ἐνῷ ἔρχομαι κατεβαίνει ἄλλος πρὶν ἀπὸ ἐμέ».
8 Ὁ Ἰησοῦς τοῦ λέγει, «Σήκω ἐπάνω, σήκωσε τὸ κρεββάτι σου καὶ περπάτησε».
9 Καὶ ἀμέσως ἔγινε ὑγιὴς ὁ ἄνθρωπος καὶ ἐσήκωσε τὸ κρεββάτι του καὶ περπατοῦσε. Ἡ ἡμέρα ἐκείνη ἦταν Σάββατον.
10 Γι’ αὐτὸ ἔλεγαν οἱ Ἰουδαῖοι εἰς τὸν θεραπευθέντα, «Εἶναι Σάββατον, δὲν σοῦ ἐπιτρέπεται νὰ σηκώσεις τὸ κρεββάτι σου».
11 Αὐτὸς τοὺς ἀπεκρίθη, «Ἐκεῖνος ποὺ μὲ ἔκανε ὑγιῆ ἐκεῖνος μοῦ εἶπε, «Σήκωσε τὸ κρεββάτι σου καὶ περπάτησε».
12 Τότε τὸν ἐρώτησαν, «Ποιὸς εἶναι ὁ ἄνθρωπος ποὺ σοῦ εἶπε, «Σήκωσε τὸ κρεββάτι σου καὶ περπάτησε»;
13 Ἀλλ’ ὁ θεραπευθεὶς δὲν ἤξερε ποιὸς εἶναι, διότι ὑπῆρχε πολὺς κόσμος εἰς τὸ μέρος ἐκεῖνο καὶ ὁ Ἰησοῦς ἐξέφυγε.
14 Ὕστερα τὸν εὑρῆκε ὁ Ἰησοῦς εἰς τὸν ναὸν καὶ τοῦ εἶπε, «Ἰδὲς, ἔγινες ὑγιής, μὴ /΄αμαρτάνῃς πλέον, διὰ νὰ μὴ σοῦ συμβῇ κάτι χειρότερον».
15 Ἔφυγε ὁ ἄνθρωπος καὶ εἶπε εἰς τοὺς Ἰουδαίους ὅτι ὁ Ἰησοῦς εἶναι αὐτὸς ποὺ τὸν ἔκανε ὑγιῆ.
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 25 Μαΐου

Ἰωάννης δ’ 5 – 42

Ὁ Ἰησοῦς Χριστὸς καὶ ἡ Σαμαρεῖτις


5 Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.
7 Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν.
8 Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
9 Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
10 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
11 Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
13 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
14 ὃς δι' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
16 Λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
17 Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
19 Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
20 Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
21 Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
22 Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
23 Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
24 Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
25 Λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
26 Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
27 Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς;
28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
30 Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε.
32 Ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.
33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
34 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35 Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.
36 Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
37 Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός
, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
38 Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.
40 Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
41 Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

Ἀπόδοση στὴ Νεοελληνική

5 Ἔρχεται λοιπὸν εἰς μίαν πόλιν τῆς Σαμαρείας ποὺ λέγεται Συχάρ, κοντὰ εἰς τὸ χωράφι ποὺ ἔδωκε ὁ Ἰακὼβ εἰς τὸν Ἰωσήφ, τὸν υἱόν του. Ἐκεῖ ὑπῆρχε τὸ πηγάδι τοῦ Ἰακώβ.
6 Ὁ Ἰησοῦς, κουρασμένος ἀπὸ τὴν ὁδοιπορίαν, ἐκάθησεν, ὅπως ἦτο κοντὰ εἰς τὸ πηγάδι· ἡ ὥρα ἦτο περίπου ἕξη.
7 Ἔρχεται μία γυναῖκα ἀπὸ τὴν Σαμάρειαν διὰ νὰ πάρῃ νερό. Ὁ Ἰησοῦς τῆς λέγει, «Δός μου νὰ πιῶ»,
8 διότι οἱ μαθηταί του εἶχαν φύγει εἰς τὴν πόλιν διὰ νὰ ἀγοράσουν τρόφιμα.
9 Ἡ Σαμαρείτις γυναῖκα τοῦ λέγει, «Πῶς σὺ ποὺ εἶσαι Ἰουδαῖος ζητᾶς νὰ πιῇς ἀπὸ ἐμὲ ποὺ εἶμαι γυναῖκα Σμαρείτις;». Διότι οἱ Ἰουδαῖοι δὲν ἐπικοινωνοῦν μὲ τοὺς Σαμαρείτας.
10 Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ἐὰν ἤξερες τὴν δωρεὰν τοῦ Θεοῦ καὶ ποιὸς εἶναι ἐκεῖνος ποὺ σοῦ λέγει, «Δός μου νὰ πιῶ», σὺ θὰ τὸν παρακαλοῦσες καὶ θὰ σοῦ ἔδινε νερὸ ζωντανό».
11 Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, κουβὰ δὲν ἔχεις καὶ τὸ πηγάδι εἶναι βαθύ, ἀπὸ ποῦ λοιπὸν ἔχεις τὸ νερὸ τὸ ζωντανό;
12 Μήπως εἶσαι σὺ μεγαλύτερος ἀπὸ τὸν πατέρα μας Ἰακὼβ ποὺ μᾶς ἔδωκε τὸ πηγάδι καὶ ἤπιε ἀπὸ αὐτὸ καὶ ὁ ἴδιος καὶ τὰ παιδιά του καὶ τὰ ζῶα του;».
12 Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ὅποιος πίνει ἀπὸ τὸ νερὸ αὐτὸ θὰ διψάσῃ καὶ πάλιν·
14 ἐκεῖνος ὄμως ποὺ θὰ πιῇ ἀπὸ τὸ νερὸ ποὺ ἐγὼ θὰ τοῦ δώσω, δὲν θὰ διψάσῃ ποτέ, ἀλλὰ τὸ νερὸ ποὺ θὰ τοῦ δώσω θὰ γίνῃ μιὰ ἐσωτερικὴ πηγὴ νεροῦ ποὺ θὰ ἀναβρύῃ εἰς ζωὴν αἰώνιον».
15 Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, δός μου τὸ νερὸ αὐτὸ διὰ νὰ μὴ διψῶ οὔτε νὰ ἔρχωμαι ἐδῶ νὰ ἀντλῶ».
16 Ὁ Ἰησοῦς τῆς λέγει, «Πήγαινε, φώναξε τὸν ἄνδρα σου καὶ ἔλα ἐδῶ».
17 Ἠ γυναῖκα ἀπεκρίθη, «Δὲν ἔχω ἄνδρα».
18 Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Καλὰ εἶπες ὅτι δὲν ἔχεις ἄνδρα, διότι πέντε ἄνδρες ἐπῆρες καὶ τῶρα ἐκεῖνον ποὺ ἔχεις δὲν εἶναι ἄνδρας σου· εἰς αὐτὸ εἶπες ἀλήθεια».
19 Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Κύριε, βλέπω ὅτι σὺ εἶσαι προφήτης.
20 Οἱ πατέρες μας εἰς τὸ ὄρος τοῦτο ἐλάτρευσαν τὸν Θεόν, ἐνῷ σεῖς λέτε ὅτι εἰς τὰ Ἱεροσόλυμα εἶναι ὁ τόπος ὅπου πρέπει νὰ λατρεύεται ὁ Θεός».
21 Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς, «Πίστεψέ με, γυναῖκα, ὅτι ἔρχεται ὥρα ποὺ οὔτε εἰς τὸ ὄρος τοῦτο οὔτε εἰς τὰ Ἱεροσόλυμα θὰ λατρέυετε τὸν Πατέρα.
22 Σεῖς λατρεύετε ἐκεῖνο ποὺ δὲν ξέρετε, ἐμεῖς λατρεύομεν ἐκεῖνο ποὺ ξέρομε, διότι ἡ σωτηρία ἔρχεται ἀπὸ τοὺς Ἰουδαίους.
23 Ἀλλ’ ἔρχεται ἡ ὥρα, καὶ μάλιστα ἦλθε ἤδη, ποὺ οἱ ἀληθινοὶ προσκυνηταὶ θὰ λατρεύσουν τὸν Πατέρα πνευματικὰ καὶ ἀληθινά, διότι τέτοιοι θέλει ὁ Πατέρας νὰ εἶναι ἐκεῖνοι ποὺ τὸν λατρεύουν.
24 Ὁ Θεὸς εἶναι Πνεῦμα καὶ ἐκεῖνοι ποὺ τὸν λατρεύουν πρέπει νὰ τὸν λατρεύουν πνευματικὰ καὶ ἀληθινά».
25 Λέγει εἰς αὐτὸν ἡ γυναῖκα, «Ξέρω ὅτι θὰ ἔλθῃ ὁ Μεσσίας, ὁ λεγόμενος Χριστός. Ὄταν ἔλθῃ ἐκεῖνος, θὰ μᾶς τὰ γνωρίσῃ ὅλα».
26 Ὁ Ἰησοῦς τῆς λέγει, Ἐγὼ εἶμαι ποὺ μιλῶ μαζί σου».
27 Τὴν στιγμὴν αὐτὴν ἦλθαν οἱ μαθηταί του καὶ ἀπόρησαν ποὺ μιλοῦσε μὲ γυναῖκα, κανεὶς ὅμως δὲν εἶπε, «Τὶ ζητᾶς;» ἢ «Γιατὶ μιλᾶς μαζί της;».
28 Ἡ γυναῖκα ἄφησε τὴν στάμνα της, ἐπῆγε εἰς τὴν πόλιν καὶ εἶπε εἰς τοὺς ἀνθρώπους,
29 «Ἐλᾶτε νὰ ἰδῆτε ἕναν ποὺ μοῦ εἶπε ὅλα ὅσα ἔκανα· μήπως εἶναι αὐτὸς ὁ Χριστός;».
30 Ἐβγῆκαν λοιπὸν ἀπὸ τὴν πόλιν καὶ ἤρχοντο σ’ αὐτόν.
31 Ἐν τῷ μεταξὺ τὸν παρακαλοῦσαν οἱ μαθηταὶ καὶ τοῦ ἔλεγαν, «Ραββὶ, φάγε».
32 Αὐτὸς δὲ τοὺς εἶπε, «Ἐγὼ ἔχω φαγητὸν νὰ φάγω, τὸ ὁποῖον σεῖς δὲν ξέρετε».
33 Ἔλεγαν τότε οἰ μαθηταὶ μεταξύ τους, «Μήπως τοῦ ἔφερε κανεὶς νὰ φάγῆ;».
34 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Τὸ φαγητόν μου εἶναι νὰ κάνω τὸ θέλημα ἐκείνου, ποὺ μὲ ἔστειλε καὶ νὰ τελειώσω τὸ ἔργο του.
35 Δὲν λέτε, «Τέσσερις μῆνες ἀκόμη καὶ ὁ θερισμὸς ἔρχεται;». Σηκώστ
ε τὰ μάτια σας, σᾶς λέγω, καὶ ἰδέτε τὰ χωράφια ὅτι εἶναι ἄσπρα, ἔτοιμα πρὸς θερισμόν.
36 Ἤδη ὁ θεριστὴς παίρνει μισθὸν καὶ μαζεύῃ καρπὸν διὰ τὴν ζωὴν τὴν αἰώνιον, διὰ νὰ χαίρουν μαζὶ καὶ ὁ σπορεὺς καὶ ὁ θεριστής.
37 Ἐδῶ ἡ παροιμία εἶναι ἀληθινή, ὅτι ἄλλος σπέρνει καὶ ἄλλος θερίζει.
38 Ἐγὼ σᾶς ἔστειλα νὰ θερίσετε ἐκεῖνο, διὰ τὸ ὁποῖον δὲν ἐκοπιάσατε· ἄλλοι ἔχουν κοπιάσει καὶ σεῖς ἐμπήκατε εἰς τὸν κόπον τους».
39 Πολλοὶ ἀπὸ τοὺς Σαμαρείτας τῆς πόλεως ἐκείνης ἐπίστεψαν εἰς αὐτόν ἐξ αἰτίας τῆς μαρτυρίας τῆς γυναῖκας: «Μοῦ εἶπε ὅλα ὅσα ἔκανα».
40 Ὅταν λοιπὸν ἦλθαν οἱ Σαμαρεῖται πρὸς αὐτόν, τὸν παρακαλοῦσαν νὰ μείνῃ κοντά τους· καὶ ἔμεινε ἐκεῖ δύο ἡμέρες.
41 Καὶ πολὺ περισσότεροι ἐπίστεψαν ἔπειτα ἀπὸ ὅσα τοὺς εἶπε,
42 εἰς δὲ τὴν γυναῖκα ἔλεγαν, «Ὀ λόγος ποὺ πιστεύομεν δὲν εἶναι πλέον τὰ ὅσα μᾶς εἶπες, ἀλλὰ διότι τὸν ἀκούσαμε ἐμεῖς οἱ ἴδιοι καὶ ξέρομεν ὅτι αὐτὸς εἶναι ἀληθινὰ ὁ Σωτὴρ τοῦ κόσμου, ὁ Χριστός».
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 1 Ἰουνίου

Ἰωάννης θ’ 1 – 38

Ἡ θεραπεία τοῦ ἐκ γενετῆς τυφλοῦ


1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 Ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4 Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.
6 Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 Ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10 Ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12 Εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16 Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 Λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18 Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
20 Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22 Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23 Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
24 Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25 Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 Εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
27 Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί.
29 Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
31 Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 Ἐκ τοῦ α&#798
4;ῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
33 Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 Ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

Ἀπόδοση στη Νεοελληνική

1 Καθὼς ἐβάδιζε, εἶδε ἄνθρωπον γεννημένον τυφλὸν καὶ τὸν ἐρώτησαν οἱ μαθηταί του,
2 «Ραββί, ποιὸς ἁμάρτησε, αὐτὸς ἢ οἱ γονεῖς του διὰ νὰ γεννηθῇ τυφλός;».
3 Ἀπεκρίθη ὁ Ἰησοῦς, «Οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ διὰ νὰ φανερωθοῦν ἐξ ἀφορμῆς του τὰ ἔργα τοῦ Θεοῦ.
4 Ἐγὼ πρέπει νὰ κάνω τὰ ἔργα ἐκείνου ποὺ μὲ ἔστειλεν ἐν ὅσω εἶναι ἡμέρα· θὰ ἔλθῃ νύχτα, ὅταν κανεὶς δὲν θὰ μπορῇ νὰ ἐργασθῇ.
5 Ὅσον καιρὸν εἶμαι εἰς τὸν κόσμον, εἶμαι τὸ φῶς τοῦ κόσμου».
6 Ὅταν εἶπε αὐτά, ἔφτυσε χάμω καὶ ἔκανε πηλὸν μὲ τὸ φτύσιμο καὶ ἄλειψε τὸν πηλόν ἐπάνω στὰ μάτια τοῦ τυφλοῦ καὶ εἶπε,
7 «Πήγαινε, πλύσου εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ», τὸ ὁποῖον μεταφράζεται Ἀπεσταλμένος. Ἔφυγε λοιπὸν καὶ πλύθηκε καὶ ἐπέστρεψε βλέπων.
8 Οἱ γείτονες καὶ ἐκεῖνοι ποὺ προηγουμένως τὸν ἔβλεπαν ὅτι ἦτο τυφλός, ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ καθότανε καὶ ζητιάνευε;».
9 Μερικοὶ ἔλεγαν ὅτι αὐτὸς εἶναι καὶ ἄλλοι ὅτι εἶναι κάποιος ποὺ τοῦ μοιάζει.
10 Ἐκεῖνος ἔλεγε, «Ἐγὼ εἶμαι». Τοῦ εἶπαν τότε, «Πῶς ἄνοιξαν τὰ μάτια σου;»
11 Ἀπεκρίθη ἐκεῖνος, «Ἕνας ἄνθρωπος ποὺ ὀνομάζεται Ἰησοῦς ἔκανε πηλὸν καὶ μοῦ ἄλειψε τὰ μάτια καὶ μοῦ εἶπε, «Πήγαινε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ πλύσου». Ὄταν ἐπῆγα καὶ πλύθηκα, ἀπέκτησα, ἀπέκτησα τὸ φῶς μου».
12 Τότε τὸν ἐρώτησαν, «Ποῦ εἶναι ἐκεῖνος;» καὶ αὐτὸς ἀπεκρίθη, «Δὲν ξέρω».
13 Ὁδηγοῦν αὐτὀν, τὸν ἄλλωτε τυφλόν, εἰς τοὺς Φαρισαίους.
14 Ἦτο δὲ Σάββατον, ὄταν ἔκανε ὁ Ἰησοῦς τὸν πηλὸν καὶ ἄνοιξε τὰ μάτια του.
15 Τότε οἱ Φαρισαῖοι πάλιν τὸν ἐρώτησαν πῶς ἀπέκτησε τὸ φῶς του, αὐτὸς δὲ εἶπε, «Μοῦ ἔβαλε πηλὸν εἰς τὰ μάτια καὶ πλύθηκα καὶ βλέπω».
16 Μερικοὶ ἀπὸ τοὺς Φαρισαίους εἶπαν, «Αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀπὸ τὸν Θεόν, διότι δὲν τηρεῖ τὸ Σάββατον». Ἄλλοι ἔλεγαν, «Πῶς μπορεῖ ἄνθρωπος ἁμαρτωλὸς νὰ κάνῃ τέτοια θαύματα;». Καὶ ἔγινε διχασμὸς μεταξύ τους.
17 Λέγουν πάλιν εἰς τὸν τυφλόν, «Σὺ τι λὲς γι’ αὐτὸν ἀφοῦ σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς εἶπε, «Εἶναι προφήτης».
18 Οἱ Ἰουδαῖοι δὲν ἤθελαν νὰ πιστέψουν ὅτι ἤτανε τυφλὸς καὶ ἀπέκτησε τὸ φῶς του, ἕως ὅτου ἐφώναξαν τοὺς γονεῖς του καὶ τοὺς ἐρώτησαν,
19 «Αὐτὸς εἶναι ὁ υἱός σας, διὰ τὸν ὁποῖον λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς λοιπὸν τώρα βλέπει;»
20 Ἀπεκρίθησαν εἰς αὐτοὺς οἱ γονεῖς του, «Ξέρομεν ὅτι αὐτὸς εἶναι ὁ υἱός μας καὶ ὅτι γεννήθηκε τυφλός.
21 Πῶς ὅμως τώρα βλέπει, δὲν γνωρίζομεν, οὔτε ξέρομεν ποιὸς ἄνοιξε τὰ μάτια του. Αὐτὸς ἡλικίαν ἔχει, ἐρωτήσατέ τον· θὰ μιλήσῃ γιὰ τὸν ἑαυτόν του».
22 Αὐτὰ εἶπαν οἱ γονεῖς του, διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἐπειδὴ οἱ Ἰουδαῖοι εἶχαν ἤδη συμφωνήσει νὰ γίνει ἀποσυναγωγὸς ὅποιος ὁμολογήσῃ ὅτι αὐτὸς εἶναι ὁ Χριστός.
23 Γι’ αὐτὸ οἱ γονεῖς του εἶπαν, «Ἡλικίαν ἔχει, ἐρωτήσατέ τον».
24 Ἐφώναξαν τότε διὰ δευτέραν φορὰν τ[ον ἄνθρωπον ποὺ ἤτανε τυφλὸς καὶ τοῦ εἶπαν, «Δόξασε τὸν Θεόν. Ἐμεῖς ξέρομεν ὄτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός».
25 Ἐκεῖνος ἀπεκρίθη, «Ἐὰν εἶναι ἁμαρτωλός, δὲν ξέρω. Ἕνα πρᾶγμα ξέρω, ὅτι ἐνῷ ἤμουν τυφλός, τώρα βλέπω».
26 Τότε πάλιν τὸν ἐρώτησαν, «Τὶ σοῦ ἔκαμε; Πῶς σοῦ ἄνοιξε τὰ μάτια;».
27 Αὐτὸς τοὺς ἀπεκρίθη, «Σᾶς εἶπα ἤδη καὶ δὲν ἐδώσατε προσοχὴν· γιατὶ θέλετε πάλιν νὰ τὸ ἀκούσετε; Μήπως θέλετε καὶ σεῖς νὰ γίνετε μαθηταί του;».
28 Τότε τὸν ἔβρισαν καὶ τοῦ εἶπαν, «Σὺ εἶσαι μαθητὴς ἐκείνου, ἐμεῖς εἴμεθα μαθηταὶ τοῦ Μωϋσέως.
29 Ἐμεῖς ξέρομεν ὅτι εἰς τὸν Μωϋσὴν ἐμίλησεν ὁ Θεός, ἀλλὰ γι’ αὐτὸν δὲν ξέρομεν ἀπὸ ποῦ εἶναι».
30 Ὁ ἄνθρωπος τοὺς ἀπεκρίθη, «Αὐτὸ ἀκριβῶς εἶναι τὸ ἐκπληκτικόν, ὅτι ἐσεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι, καὶ ὅμως μοῦ ἄνοιξε τὰ μάτια.
31 Ξέρομεν δὲ ὅτι τοὺς ἁμαρτωλοὺς ὁ Θεὸς δὲν τοὺς ἀκούει, ἀλλ’ ἐὰν κανεὶς εἶναι θεοσεβὴς καὶ κάνῃ τὸ θέλημά του, ἐκεῖνον ἀκούει.
32 Ποτὲ πρὶν δὲν ἐκούσθηκε ὅτι ἄνοιξε κάποιος τὰ μάτια τυφλοῦ ἐκ γενετῆς.
33
Ἐὰν ὁ ἄνθρωπος αὐτὸς δὲν ἦτο ἀπὸ τὸν Θεόν, δὲν θὰ μποροῦσε νὰ κάνῃ τίποτε».
34 Ἐκεῖνοι τοῦ ἀπεκρίθησαν, «Σὺ γεννήθηκες ὁλόκληρος μέσα στὴν ἁμαρτίαν καὶ μᾶς διδάσκεις;».
35 Καὶ τὸν ἔβγαλαν ἔξω. Ἄκουσε ὁ Ἰησοῦς ὅτι τὸν ἔβγαλαν ἔξω καὶ ὅταν τὸν εὑρῆκε τοῦ εἶπε, «Πιστεύεις σὺ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;».
36 Ἀπεκρίθη ἐκεῖνος, «Καὶ ποιὸς εἶναι Κύριε, γιὰ νὰ πιστέψω σ’ αὐτόν;».
37 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Τὸν ἔχεις ἰδῆ· εἶναι μάλιστα αὐτὸς ποὺ μιλεῖ μαζί σου».
38 «Πιστεύω, Κύριε», εἶπε ἐκεῖνος καὶ τὸν προσκύνησε.
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 8 Ἰουνίου

Ἰωάννη ιζ’ 1 – 13

Προσευχὴ τοῦ Χριστοῦ


1 Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε,
2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
3 Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
4 Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω·
5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.
7 Νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν·
8 ὅτι τὰ ρήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι,
10 καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
11 Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.
12 Ὅτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
13 Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.

Ἀπόδοση στὴν Νεοελληνικήν

1 Αὐτὰ εἶπεν ὁ Ἰησοῦς καὶ ἐσήκωσε τὰ μάτια του εἰς τὸν οὐρανὸν καὶ εἶπε, «Πατέρα, ἦλθε ἡ ὥρα· δόξασε τὸν Υἱόν σου, διὰ νὰ σὲ δοξάσῃ καὶ ὁ Υἱός σου,
2 σύμφωνα μὲ τὴν ἐξουσίαν ποὺ τοῦ ἔδωκες ἐπὶ ὅλων τῶν ἀνθρώπων, διὰ νὰ δώσῃ ζωὴν αἰώνιον εἰς τὸν καθένα ἀπὸ ἐκείνους ποὺ τοῦ ἔδωκες.
3 Αὐτὴ εἶναι ἡ αἰώνιος ζωή: τὸ νὰ γνωρίζουν σέ, τὸν μόνον ἀληθινὸν Θεὸν καὶ τὸν Ἰησοῦν Χριστόν, τὸν ὁποῖον ἔστειλες.
4 Ἐγὼ σὲ ἐδόξασα ἐπὶ τῆς γῆς, ἐτελείωσα τὸ ἔργον ποὺ μοῦ ἔδωκες νὰ κάνω,
5 καὶ τώρα δόξασέ με σύ, Πατέρα, πλησίον σου μὲ τὴν δόξαν ποὺ εἶχα μαζί σου πρὶν νὰ ὑπάρξῃ ὁ κόσμος.
6 Ἐφανέρωσα τὸ ὄνομά σου εἰς τοὺς ἀνθρώπους, τοὺς ὁποίους μοῦ ἔδωκες ἀπὸ τὸν κόσμον. Δικοί σου ἦσαν καὶ τοὺς ἔδωκες σ’ ἐμένα, καὶ τὸν λόγον σου ἔχουν τηρήσει.
7 Τώρα κατάλαβαν ὅτι ὅλα ὅσα μοῦ ἔδωκες, εἶναι ἀπὸ σένα,
8 διότι τὰ λόγια ποὺ μοῦ ἔδωκες, τοὺς τὰ ἔδωκα καὶ αὐτοὶ τὰ ἐδέχθησαν καὶ ἐγνώρισαν ἀληθινὰ ὅτι ἐβγῆκα ἀπὸ σένα καὶ ἐπίστεψαν ὅτι σὺ μὲ ἔστειλες.
9 Ἐγὼ γι’ αὐτοὺς παρακαλῶ, δὲν παρακαλῶ γιὰ τὸν κόσμο, ἀλλὰ γιὰ ἐκείνους ποὺ μοῦ ἔδωκες,
10 ἐπειδὴ εἶναι δικοί σου καὶ ὅλα τὰ δικά μου εἶναι δικά σου καὶ τὰ δικά σου εἶναι δικά μου, καὶ ἔχω δοξασθῆ δι’ αὐτῶν.
11 Δὲν θὰ εἶμαι πλάον εἰς τὸν κόσμον, ἐνῷ αὐτοὶ θὰ εἶναι εἰς τὸν κόσμον, καὶ ἐγὼ ἔρχομαι σ’ ἐσένα. Πατέρα ἅγιε, φύλαξέ τους μὲ τὴν δύναμιν τοῦ ὀνόματός σου ποὺ μοῦ ἔδωκες, διὰ νὰ εἶναι ἕνα ὅπως εἴμεθα ἐμεῖς.
12 Ὅταν ἤμουν μαζί τους εἰς τὸν κόσμον, ἐγὼ τοὺς ἐφύλαττα μὲ τὴν δύναμιν τοῦ ὀνόματός σου· ἐκείνους ποὺ μοῦ ἔδωκες τοὺς ἐφύλαξα καὶ κανένας ἀπ’ αὐτοὺς δὲν ἐχάθηκε παρὰ ὁ υἱός τῆς ἀπωλείας, διὰ νὰ ἐκπληρωθῇ ἡ γραφή.
13 Ἀλλὰ τώρα ἔρχομαι σ’ ἐσένα, καὶ αὐτὰ τὰ λέγω ἐνῷ εἶμαι ἀκόμη εἰς τὸν κόσμον, διὰ νὰ ἔχουν τὴν χαράν μου μέσα τους τελείαν.
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 15 Ἰουνίου

Ἰωάννη ζ’ 37 – 52, η’ 12

Τὸ ζωντανὸ νερὸ


37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
38 Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος.
39 Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
40 Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·
41 ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;
42 Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυὶδ, ὁ Χριστὸς ἔρχεται;
43 Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν.
44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν;
46 Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.
47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;
48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
49 Ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι!
50 Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν·
51 μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ;
52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

Ἀπόδοση στὴ Νεοελληνική

37 Τὴν τελευταίαν ἡμέραν τὴν μεγάλην τῆς ἑορτῆς ἐστάθηκε ὁ Ἰησοῦς καὶ ἐφώναξε δυνατά, «Ἐὰν κανεὶς διψᾷ, ἂς ἔλθῃ σ’ ἐμὲ καὶ ἂς πιῇ.
38 Ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμέ, καθὼς εἶπε ἡ γραφή, «Θὰ τρέξουν ἀπὸ τὴν κοιλιά του ποταμοὶ νεροῦ ζωντανοῦ».
39 Αὐτὸ τὸ εἶπε διὰ τὸ Πνεῦμα, τὸ ὁποῖον θὰ ἔπαιρναν ἐκεῖνοι ποὺ θὰ ἐπίστευαν σ’ αὐτόν· διότι δὲν εἶχε δοθῆ ἀκόμη Πνεῦμα Ἅγιον, ἐπειδὴ ὁ Ἰησοῦς δὲν εἶχε ἀκόμη δοξασθῆ.
40 Πολλοὶ ἀπὸ τὸ πλῆθος, ὅταν ἄκουσαν αὐτά, ἔλεγαν, «Αὐτὸς εἶναι πραγματικὰ ὁ Προφήτης»,
41 ἄλλοι ἔλεγαν, «Αὐτὸς εἶναι ὁ Χριστός», ἄλλοι ἔλεγαν «Μήπως ὁ Χριστὸς ἔρχεται ἀπὸ τὴν Γαλιλαίαν;
42 Δὲν εἶπε ἡ γραφὴ ὅτι ὁ Χριστὸς ἔρχεται ἀπὸ τὸ σπέρμα τοῦ Δαυΐδ καὶ ἀπὸ τὴν κωμόπολιν Βηθλεὲμ ὅπου ἦτο ὁ Δαυΐδ;».
43 Ἔγινε λοιπὸν διχασμὸς γι’ αὐτὸν μεταξὺ τοῦ πλήθους.
44 Μερικοὶ ἤθελαν νὰ τὸν πιάσουν ἀλλὰ κανεὶς δὲν ἔβαλε χέρι ἐπάνω του.
45 Τότε ἐπέστρεψαν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, οἱ ὁποῖοι τοὺς εἶπαν, «Γιατὶ τὸν φέρατε;».
46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, «Κανεὶς ἄνθρωπος δὲν ἐμίλησε ποτὲ ὄπως μιλεῖ αὐτὸς ὁ ἄνθρωπος».
47 Οἱ Φαρισαῖοι τοὺς ἀπεκρίθησαν, «Μήπως καὶ σεῖς ἔχετε πλανηθῆ;
48 Ἐπίστεψε σ’ αὐτὸν κανεὶς ἀπὸ τοὺς ἄρχοντας ἢ τοὺς Φαρισαίους;
49 Ὅσον γι’ αὐτὸν τὸν ὄχλον, ποὺ δὲν ξέρει τὸν νόμον, εἶναι καταραμένος».
50 Λέγει εἰς αὐτοὺς ὁ Νικόδημος, ὁ ὁποῖος εἶχε ἔλθει εἰς αὐτὸν τὴν νύχτα καὶ ὁ ὁποῖος ἦτο ἕνας ἀπὸ αὐτούς,
51 «Καταδικάζει ἄνθρωπον, ὁ νόμος μας ἐὰν δὲν τὸν ἀκούσῃ προηγουμένως καὶ μάθῃ τὶ ἔκανε;».
52 Ἀπεκρίθησαν εἰς αὐτὸν, «Μήπως καὶ σὺ εἶσαι ἀπὸ τὴν Γαλιλαίαν; Ἐρεύνησε καὶ θὰ ἰδῇς, ὅτι δὲν ἔχει ἔλθει προφήτης ἀπὸ τὴν Γαλιλαίαν».
12 Πάλιν ὁ Ἰησοῦς τοὺς ἐμίλησε καὶ εἶπε, «Ἐγὼ εἶμαι τὸ φῶς τοῦ κόσμου. Ἐκεῖνος ποὺ μὲ ἀκολουθεῖ δὲν θὰ περπατήσῃ εἰς τὸ σκοτάδι ἀλλὰ θὰ ἔχῃ τὸ φῶς τῆς ζωῆς».
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 22 Ἰουνίου

Ματθαῖος ι’ 32 – 33, 37 – 38, ιθ’ 27 – 30

32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·
33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·
38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
29 Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Ἀπόδοση στὴν Νεοελληνική

32 Καθέναν ποὺ θὰ μὲ ὁμολογήσῃ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ὁμολογήσω καὶ ἐγὼ ἐμπρὸς στὸν Πατέρα μου τὸν οὐράνιον.
33 Ἐκεῖνον ὅμως ποὺ θὰ μὲ ἀρνηθῇ ἐμπρὸς στοὺς ἀνθρώπους, θὰ τὸν ἀρνηθῶ καὶ ἐγὼ ἐμπρὸς στὸν Πατέρα μου τὸν οὐράνιον.
37 «Ἐκεῖνος ποὺ ἀγαπᾶ πατέρα ἢ μητέρα περισσότερον ἀπὸ ἐμέ, δὲν μοῦ εἶναι ἄξιος. Καὶ ἐκεῖνος, ποὺ ἀγαπᾶ υἱόν ἢ θυγατέρα περισσότερον ἀπὸ ἐμέ, δὲν μοῦ εἶναι ἄξιος.
38 Καὶ ἐκεῖνος, ποὺ δὲν παίρνει τὸν σταυρόν του καὶ δὲν μὲ ἀκολουθεῖ δὲν μοῦ εἶναι ἄξιος.
27 Τότε ἔλαβε τὸν λόγον ὁ Πέτρος καὶ τοῦ εἶπε, «Νὰ, ἐμεῖς ποὺ ἀφήκαμε ὅλα καὶ σὲ ἀκολουθήσαμε· τὶ λοιπὸν θὰ ἀπολαύσωμεν;».
28 Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἀλήθεια σᾶς λέγω, ὅτι σεῖς, οἱ ὁποίοι μὲ ἀκολουθήσατε, ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ καθήσῃ εἰς τὸν θρόνον τῆς δόξης του εἰς τὴν Νέαν Δημιουργίαν, θὰ καθήσετε καὶ σεῖς σὲ δώδεκα θρόνους, διὰ νὰ κρίνετε τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
29 Καὶ καθένας ποὺ ἀφῆκε σπίτια ἢ ἀδελφούς ἢ ἀδελφές ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ παιδιά ἢ χωράφια διὰ τὸ ὄνομά μου, θὰ πάρῃ ἑκατὸ φορὲς περισσότερα καὶ θὰ κληρονομήσῃ ζωὴν αἰώνιον.
30 Πολλοὶ δέ, οἱ ὁποίοι εἶναι πρῶτοι, θὰ γίνουν τελευταῖοι, καὶ ἐκεῖνοι ποὺ εἶναι τελευταῖοι, θᾶ γίνουν πρῶτοι».
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 29 Ἰουνίου

Ματθαῖος ιστ’ 13 – 19

Ὁ Πέτρος ὁμολογεῖ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστὸς


13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;
14 Οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.
15 Λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι;
16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
17 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
18 Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
19 Καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Ἀπόδοση στὴ Νεοελληνική

13 Ὅταν ὁ Ἰησοῦς ἦλθε εἰς τὰ μέρη τῆς Καισαρείας τοῦ Φιλίππου, ἐρωτοῦσε τοὺς μαθητάς του, «Ποιὸς, λέγουν οἱ ἄνθρωποι, ὅτι εἶναι ὁ Υἱὸς τοῦ ἀνθρώπου;».
14 Αὐτοὶ δὲ ἀπήντησαν, «Μερικοὶ λέγουν ὅτι εἶναι ὁ Ἰωάννης ὁ Βαπτιστής, ἄλλοι ὁ Ἠλίας, καὶ ἄλλοι ὁ Ἱερεμίας ἢ ἕνας ἀπὸ τοὺς προφῆτας».
15 Λέγει εἰς αὐτούς, «Σεῖς, ποιὸς λέτε ὅτι εἶμαι;».
16 Ὁ Σίμων Πέτρος ἀπεκρίθη, «Σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ ζωντανοῦ Θεοῦ».
17 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε, «Μακάριος εἶσαι, Σίμων υἱὲ τοῦ Ἰωνᾶ, διότι ἄνθρωπος δὲν σοῦ τὸ ἀπεκάλυψε αὐτό, ἀλλὰ ὁ Πατέρας μου ὁ οὐράνιος.
18 Καὶ ἐγὼ σοῦ λέγω, Σὺ εἶσαι ὁ Πέτρος καὶ ἐπάνω εἰς τὴν πέτραν αὐτὴν θὰ οἰκοδομήσω τὴν ἐκκλησίαν μου καὶ αἱ πύλαι τοῦ Ἅδη δὲν θὰ τὴν καταβάλουν.
19 Καὶ θὰ σοῦ δώσω τὰ κλειδιὰ τῆς βασιλείας τῶν οὐρανῶν καὶ ὅ,τι δέσῃς εἰς τὴν γῆν, θὰ εἶναι δεμένο εἰς τοὺς οὐρανούς. Καὶ ὅτι λύσῃς εἰς τὴν γῆν, θὰ εἶναι λυμένο εἰς τοὺς οὐρανοὺς».
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Τρίτη 1 Ἰουλίου

Ματθαῖος ι’ 1, 5 – 8

Τὸ κήρυγμα τῆς βασιλείας


1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
7 Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
8 Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Ἀπόδοση στὴ Νεοελληνική

1 Καὶ ἀφοῦ προσκάλεσε τοὺς δώδεκα μαθητὰς του, τοὺς ἔδωσε ἐξουσίαν ἐπάνω στὰ ἀκάθαρτα πνεύματα, νὰ τὰ βγάζουν καὶ νὰ θεραπεύουν κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν.
5 Αὐτοὺς τοὺς δώδεκα ἔστειλε ὁ Ἰησοῦς καὶ τοὺς παρήγγειλε τὰ ἑξῆς, «Πρὸς τοὺς ἐθνικοὺς μὴ πηγαίνετε καὶ σὲ πόλιν τῶν Σαμαρειτῶν μὴ μπαίνετε,
6 ἀλλὰ πηγαίνετε μάλλον εἰς τὰ χαμένα πρόβατα τῆς γενεᾶς τοῦ Ἰσραήλ».
7 «Καθὼς πηγαίνετε, νὰ κηρύττετε καὶ νὰ λὲγετε ὅτι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν.
8 Ἀσθενεῖς νὰ θεραπεύετε, νεκροὺς νὰ ἀνασταίνετε, λεπροὺς νὰ καθαρίζετε, δαιμόνια νὰ διώχνετε.
g_aggelos
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1474
Εγγραφή: Πέμ Φεβ 24, 2005 6:00 am
Τοποθεσία: Άγγελος @ Αθήνα
Επικοινωνία:

Δημοσίευση από g_aggelos »

Κυριακὴ 13 Ἰουλίου

Ματθαῖος ε’ 14 – 19

Ὁ παλαιὸς νόμος καὶ ὁ νόμος τοῦ Ἰησοῦ Χριστοῦ


14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.
16 Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.
19 Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ἀπόδοση στὴ Νεοελληνική

14 Σεῖς εἶσθε τὸ φῶς τοῦ κόσμου· δὲν εἶναι δυνατὸν νὰ κρυφθῇ πόλις, ποὺ βρίσκεται ἐπάνω σὲ ἕνα βουνό.
15 Οὔτε ἀνάβουν λυχνάρι καὶ τὸ τοποθετοῦν κάτω ἀπὸ τὸ μόδι, ἀλλὰ ἐπάνω εἰς τὸν λυχνοστάτην καὶ ἔτσι λάμπει εἰς ὅλους, ποὺ βρίσκονται εἰς τὸ σπίτι.
16 Ἔτσι πρέπει νὰ λάμψῃ τὸ φῶς σας ἐμπρὸς στοὺς ἀνθρώπους, διὰ νὰ ἰδοῦν τὰ καλά σας ἔργα καὶ νὰ δοξάσουν τὸν Πατέρα σας ποὺ εἶναι εἰς τὸν οὐρανόν».
17 «Μὴ νομίσετε ὅτι ἦλθα διὰ νὰ καταργήσω τὸν νόμον ἢ τοὺς προφῆτας. Δὲν ἦλθα νὰ καταργήσω, ἀλλὰ νὰ ἐκπληρώσω.
18 Ἀλήθεια σᾶς λέγω, ἕως ὅτου παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, οὔτε ἕνα γιῶτα ἢ μικρὴ στιγμὴ δὲν θὰ καταργηθῇ ἀπὸ τὸν νόμον, μέχρις ὅτου γίνουν ὅλα.
19 Ἐκεῖνος λοιπὸν ποὺ θὰπαραβῇ μίαν ἀπὸ τὰς ἐντολὰς αὐτὰς τὰς ἐλαχίστας καὶ διδάξῃ τοὺς ἄλλους νὰ κάνουν τὸ ἴδιο, αὐτὸς θὰ ὀνομασθῇ ἐλάχιστος εἰς τὴν βασιλεία τῶν οὐρανῶν, ἐνῷ ἐκεῖνος ποὺ τὰς ἐφαρμόζει καὶ τὰς διδάσκει, αὐτὸς θὰ ὀνομασθῇ μεγάλος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Απάντηση

Επιστροφή στο “Πνευματικά Αναγνώσματα”